Ancient Greek · ~7 min
Fragment 317
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 317
Not analysed yet
Mt 28, 1—7 Ἐπειδὴ τὸ ἐπὶ τῷ σταυρῷ δι' ἡμᾶς ὑπομεμένηκε πάθος ὁ κύριος καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δέδωκε σάρκα καὶ ἦν ἐν μνημείῳ καθάπερ τις «ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος» κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον, ἔδραμον αἱ γυναῖκες τὰ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπικομιζόμεναι καὶ ἀρωμάτων οὖσαι μεσταί· ἐνόμιζον γάρ, ὅτι κείσεται τοῖς ἄλλοις ὁμοῦ καὶ ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ. καὶ μήτοι θαυμάσῃς, εἰ γυναῖκες ἠγνόουν, ὅτι θεὸς ὢν καὶ ζωὴ τὸ τῆς φθορᾶς καταλύσει κράτος καὶ παλινδρομήσει πρὸς ζωήν, ὅπου καὶ αὐτοῖς τοῖς ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος ἔδοξεν εἶναι λῆρός τις ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον διὰ τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον γραφήν. οὐκοῦν ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ τῆς εἰς αὐτὸν ἀγάπης ἕνεκα ὁρῶσιν ἅγιον ἄγγελον. καὶ δὴ γέγονεν αὐταῖς εὐαγγελιστὴς καὶ κῆρυξ τῆς ἀναστάσεως· μὴ γὰρ ζητῆτε, φησίν, «τὸν» ἀεὶ «ζῶντα» κατὰ φύσιν ὄντα ζωὴν «μετὰ τῶν νεκρῶν· οὐκ ἔστι» γὰρ «ὧδε», τοῦτ' ἔστιν ἐν θανάτῳ καὶ μνήματι, «ἀλλ' ἠγέρθη» ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν γενόμενος· διὰ τοῦτο γὰρ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ τὴν πρὸς ἡμᾶς ὑπῆλθεν ὁμοίωσιν, ἵνα «χάριτι θεοῦ», καθά φησιν ὁ μακάριος Παῦλος, «ὑπὲρ παντὸς γεύσηται θανάτου» καὶ γένηται τοῦτο τοῦ θανάτου θάνατος καὶ κατάλυσις ἀρᾶς τῆς ἐπενηνεγμένης τῷ πρωτοπλάστῳ ποτέ· τοιαύτης γὰρ ἐλπίδος παρεσκεύασεν εἴσω γενέσθαι ὁ κύριος εἰπών· ἀμὴν λέγω ὑμῖν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται»· εἰδέναι γὰρ δεῖ ὡς ἄγγελοι τοῖς ποιμέσι ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν λογικαὶ δυνάμεις κηρύττουσιν τὴν ἀνάστασιν. λελειτούργηκε τοίνυν ὁ οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ' ἔστιν ἄνθρωπος.