Ancient Greek · ~1 min
Fragment 318
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 318
Not analysed yet
Mt 28, 9—10 Κεκέρδακε τὸ θῆλυ γένος καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν· ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτὰς «ἐν λύπαις τέξῃ τέκνα» παῦλαν αὐταῖς δέδωκε συναντήσας αὐταῖς ἐν τῷ κήπῳ καὶ εἰπὼν χαίρετε. μεθ' ὑπερβαλλούσης εὐφροσύνης αἱ γυναῖκες αὐτῷ—καὶ εἰς χρηστὰς ἐλπίδας καὶ τὸ πεπονηκὸς ἰώμενος.