Ancient Greek · ~2 min
Fragment 319
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 319
Not analysed yet
Mt 28, 16—17 Ὁρᾷς δὲ πῶς ἔνια παρατρέχουσί τινες τῶν εὐαγγελιστῶν· τὸ γὰρ ἐδίστασαν ἀνέπτυκται σαφῶς παρὰ τῷ Ἰωάννῃ δεικνυμένου τοῦ διστάσαντος, ὃς ἦν ὁ Θωμᾶς· ὥστε καὶ τὸ μνημονεῦσαι τῆς ἐν τῇ Ἰουδαίᾳ ἐπιφανείας δεύτερον γενομένης πῶς ἔσχε τὸ πρᾶγμα. εἶπεν δέ, ὅτι αὐτοῖς ὤφθη ἐν τῇ Γαλιλαίᾳ, ὃ μόνον δοκεῖ μοι Ἰωάννης παραλιπεῖν ὡς ἂν προκείμενον αὐτῷ τὰ λοιπὰ εἰπεῖν ὁσάκις τε ὤφθη καὶ ὅπου, ἀλλὰ μὴν καὶ ὅπως σαφῶς ἐξηγούμενος.