Ancient Greek · ~3 min
Fragment 34
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 34
Not analysed yet
Mt 4, 12—16 Οὐ διὰ δειλίαν δὲ ὑπεχώρησεν, ἀλλ' ἡμᾶς δι' ὧν ἐποίει διδάσκων ὑποχωρεῖν τοῖς διώκουσιν. ἀναχωρεῖ δὲ ἐκ τῆς Ἰουδαίας ἐπὶ τὰ ἔθνη, δεικνὺς ὅτι οὐ μόνον ὅταν εἰς αὐτὸν τὸν θεὸν ἐνυβρίσωσιν Ἰουδαῖοι ἀφίσταται αὐτῶν, ἀλλὰ καὶ ὅτε εἰς τοὺς ἁγίους προφήτας ἁμαρτάνουσιν. φῶς δὲ μέγα ἐστὶ Χριστὸς ὁ κύριος ἡμῶν καὶ ἡ φαιδρότης τοῦ εὐαγγελικοῦ κηρύγματος, οὐ μὴν ὁ νόμος, ὃς λύχνῳ ἦν ἀπεικασθείς. διὸ ἀεὶ ἐν τῇ σκηνῇ λύχνος ἐκαίετο διὰ τὸ βραχὺ τῆς τοῦ νόμου αὐγῆς ἄχρι μόνων τῶν Ἰουδαϊκῶν ὅρων ἰσχύων ἐκπέμψαι τὸ ἴδιον φῶς. οὐκοῦν οἱ ἐθνικοὶ ἐν σκότει ἦσαν ὡς μηδὲ τὸ λυχνιαῖον ἔχοντες φῶς.