Ancient Greek
Fragment 36
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 36
Not analysed yet
Mt 4, 17 Ἔν τισι τὸ μετανοεῖτε οὐ κεῖται. εἰ δὲ τὰ αὐτὰ ὁ σωτὴρ Ἰωάννῃ λέγει, εἷς ὁ πέμψας ἀμφοτέρους θεός. καὶ τάχα Ἰωάννης μὲν ὡς «ἑτοιμάζων» θεῷ «κατεσκευασμένον» πρῶτος λέγει μετανοεῖτε, Ἰησοῦς δὲ ἡτοιμασμένα παραλαβὼν μηκέτι δεόμενα μετανοίας οὐ λέγει μετανοεῖτε. οὐκ ἀντικηρύσσων δὲ νόμῳ καὶ προφήταις, πληρώσαντι δὲ Ἰωάννῃ τὴν παλαιὰν κηρύσσειν ἤρξατο τὴν νέαν, αὐτὸς ἀρχὴ γενόμενος αὐτῆς. διὸ ἐπὶ Ἰωάννου οὐ γέγραπται τὸ ἤρξατο· πέρας γὰρ ἦν. καὶ ὅτι ὁ μὲν ἐν ἐρήμῳ κηρύσσει, ὁ δὲ ἐν λαῷ. ἡ δὲ βασιλεία τῶν οὐρανῶν οὐκ ἐν τόπῳ ἐστίν, ἐν δὲ διαθέσει· «ἐντὸς» γὰρ «ἡμῶν ἐστιν». ὅρα δὲ εἰ Ἰωάννης μὲν κηρύσσει ἐγγίζουσαν βασιλείαν οὐρανῶν, βασιλεὺς Χριστὸς ἣν παραδώσει «τῷ θεῷ καὶ πατρί».