Ancient Greek · ~3 min
Fragment 37
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 37
Not analysed yet
Mt 4, 23 Εἰ δέ τις ἐρωτᾷ, τίς ἡ διαφορὰ νόσου καὶ μαλακίας, ἀποκρινούμεθα, ὅτι μαλακία μέν ἐστιν ἡ πρόσκαιρος ἀνωμαλία τοῦ σώματος, νόσος δὲ ἀσυμμετρία τῶν ἐν τῷ σώματι στοιχείων. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι ἡ κληρουχία τῆς φυλῆς τοῦ «Ζαβουλὼν καὶ Νεφθαλεὶμ» ἄχρι Σιδῶνος ἐθνικῆς πόλεως παρετέτατο καὶ ὅτι ἀναμὶξ τοῖς ἔθνεσιν Ἰουδαῖοι κατῴκουν λοιπόν. ἑρμηνεύεται δὲ «Ζαβουλὼν» μὲν εὐοδία καὶ εὐλογία, «Νεφθαλεὶμ» δὲ στέλεχος ἀνειμένον ἤγουν φυτὸν παρατεινόμενον. γεγόνασιν δὲ ταῦτα οἱ εἰς Χριστὸν πιστεύσαντες· εὐόδως γὰρ πορευόμενοι τῆς θείας εὐλογίας ἠξιώθησαν καὶ τοῖς καλοῖς ἅπασιν ἐνεπλαντύνθησαν οἱ πρὶν ἐν Γαλιλαίᾳ ὄντες, ἥτις κατακυλιστὴ ἑρμηνεύεται, τοῦτ' ἔστιν οἱ κατακυλιόμενοι κατὰ τῶν βαράθρων τῆς ἀπωλείας.