Ancient Greek · ~3 min
Fragment 52
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 52
Not analysed yet
Mt 5, 25—26 Ὁ μέντοι κοδράντης σημαίνει τὸ τέταρτον τοῦ ἲν μέτρου. οὗτος κατὰ τὴν Ἑβραίων φωνὴν δύο ἐστὶν ὀβολοί, ὅπερ ὁ Λουκᾶς σαφηνίσας «λεπτὸν» ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ ταύτῃ, καὶ τῶν τῆς ἀτιμίας παθῶν, ἅτινα ἀντίδικοι ἡμῶν εἰσιν· οὐδεὶς γὰρ ἡμῶν ἕτερος ἀντίδικος, ἐὰν μὴ ἡμεῖς ἑαυτῶν διὰ τούτων γενώμεθα ἀντίδικοι καὶ μὴ ἡ συνείδησις καταγινώσκῃ ἡμῶν ὡς καταφρονούντων τῆς ὑπομνήσεως αὐτῆς, μήποτε παραδοθῶμεν τῷ κριτῇ πάντων θεῷ ὑπὸ τῆς συνειδήσεως ἐλεγχθέντες· ὁ δὲ «παραδώσει τοῖς πράκτορσιν», ἤγουν τοῖς κολασταῖς ἀγγέλοις, καὶ ἀπαιτηθησόμεθα τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ τε καὶ μεγάλῳ.