Ancient Greek · ~1 min
Fragment 53
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 53
Not analysed yet
Mt 5, 25 Ἐπιτετηρημένως οὖν ὁ κύριος ἐνταῦθα ἀντίδικον ὀνομάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφερόντων ἡμῖν. εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ κυρίου εἰπόντος «τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον» καὶ ἐπὶ παντὸς πράγματος τοιούτου ὁμοίως.