Ancient Greek · ~5 min
Fragment 55
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 55
Not analysed yet
Mt 5, 25—26 Ὑποκείσθω τις, φησίν, ἐφ' ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν αἰτιάματά τινα ποιησάμενος κατά σου, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας ἀποφέρεσθαι ποιεῖ· ἕως τοίνυν, φησίν, μετ' αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν πρὶν ἀφικέσθαι πρὸς τὸν κριτήν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδήν, ἵνα ἀπαλλαγῇς ἀπ' αὐτοῦ. εἰ δὲ μὴ τοῦτο γένηται, παραδώσει σε τῷ κριτῇ. εἶτα ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, «παραδοθήσῃ τῷ πράκτορι», τοῦτ' ἔστιν τοῖς ἀπαιτηταῖς, κἀκεῖνοί σε κατακλείσαντες ἀπαιτήσουσι καὶ «τὸ ἔσχατον λεπτόν». οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασίν ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος ὁ σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής· ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ, λύσωμεν τὰς καθ' ἑαυτῶν αἰτίας, τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματός τε καὶ δίκης ἔξω τιθείσης κολάσεώς τε καὶ φόβου, μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν καὶ παραδοθῶμεν «τοῖς πράκτορσιν» ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνές. ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ καὶ μεγάλῳ. τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες.