Ancient Greek · ~1 min
Fragment 54col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-7
Not analysed yet
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· παραινεῖ γὰρ εὐγνωμονεῖν καὶ μὴ τῇ κρίσει θαρρεῖν· εἰ γάρ τι συμβαίη παρ' ἐλπίδα καὶ κατασχεθῇς ὑπὸ τοῦ κριτοῦ, οὐκ ἀπολυθήσῃ ἕως οὗ ἀποτίσῃς τὸν ἔσχατον ὀβολόν· τοῦτο γὰρ λέγεται κοδράντης.