Ancient Greek · ~1 min
Fragment 70
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 70
Not analysed yet
Mt 6, 2 Ἐκ μεταφορᾶς τοῦτο εἴρηται τῆς ἐν τοῖς στρατοπέδοις σάλπιγγος· ἐκεῖνοι γὰρ ἐπὰν βούλωνται ὁμοῦ συνάγειν τὸν στρατόν, ἠχοῦσι τὸ ἀνακλητικόν, οἱ δὲ ὑποκριταὶ οὐ συνάγειν βούλονται, ἀλλὰ θεατρίζεσθαι τοῖς πολλοῖς.