Ancient Greek · ~2 min
Fragment 71
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 71
Not analysed yet
Mt 6, 7—8 Διὰ τοῦτο ὁ Χριστὸς παρακελεύεται διὰ συντόμου τὰς προσευχὰς ποιεῖσθαι, ἐπειδήπερ οἶδε τὸν νοῦν εὐπαράφορον ὄντα καὶ δι' ἐννοιῶν καὶ φροντίδων ματαιῶν ἀποπλανώμενον, μάλιστα ἐν τῷ τῆς προσευχῆς καιρῷ. καὶ παραγγέλλει νηφαλέως καὶ ταχέως αἰτεῖν τὸν θεὸν ἃ ζητεῖ μὴ πάντα ὅσα θέλει ἀναγγέλλοντα· τοῦτο γὰρ τῆς ἄκρας ἐστὶ φρενοβλαβείας· οἶδε γὰρ ὁ θεὸς καὶ πρὸ τοῦ ἡμᾶς αἰτῆσαι τίνων χρῄζομεν. βαττολογία δὲ λέγεται ἡ πολυλογία ἀπὸ Βάττου τινὸς Ἕλληνος μακροὺς καὶ πολυστίχους ὕμνους ποιήσαντος εἰς τὰ εἴδωλα καὶ ταυτολογίαν ἔχοντας. βαττολογία ἐστὶ τὸ ἔξω τοῦ καλοῦ.