Ancient Greek · ~1 min
Fragment 80
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 80
Not analysed yet
Mt 6, 25 Ἐπειδήπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τιμιώτερά ἐστιν τῶν τροφῶν καὶ τῶν ἐνδυμάτων, καὶ τῶν ἐλαττόνων καταφρονητέον, ἐπιμελητέον δὲ καὶ τῶν τιμιωτέρων, ψυχῆς λέγω καὶ σώματος.