Ancient Greek · ~2 min
Fragment 81
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 81
Not analysed yet
Mt 6, 25 Ἡ ψυχὴ τῆς τοῦ σώματος οὐσίας τιμιωτέρα ἐστὶν ὡς εἰκὼν θεοῦ καὶ ἐμφύσημα, τὸ δὲ σῶμα ὄργανόν ἐστιν αὐτῆς καὶ συνεργὸν πρὸς τὰ κάλλιστα. χρὴ οὖν ἡμᾶς ἀμφοτέρων φροντίζειν τοῦ τε σώματος ἅμα καὶ τῆς ψυχῆς καὶ τοῦ μὲν σώματος ἐπὶ τοσοῦτον, ἐφ' ὅσον ἱκανὸν αὐτῷ καὶ μὴ ἐμποδίζεσθαι τὴν ψυχήν· αὐτῇ δὲ δοτέον ἀεὶ τὰ οἰκεῖα καὶ ἐπιμελητέον παντοίως καὶ ἀνακτέον διὰ τῶν ἀρετῶν πρὸς τὴν αἰτίαν αὐτῆς τὴν δημιουργικήν.