Ancient Greek · ~4 min
Fragment 83
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 83
Not analysed yet
Mt 7, 2 Οἱ πρὸς εὐλάβειαν παιδαγωγούμενοι τὸν ἐξ ἀγαθῆς φρονήσεως χαλινὸν ἐπιφέρουσι τῇ γλώσσῃ ἐκεῖνα μόνα λαλεῖν ἐπιτρέποντες, ὅσα οὐ βλάπτει. τοῦτο διδάσκων τις ἡμᾶς τῶν σοφῶν ἔλεγεν· τέκνον, «εἰ» μέν «ἐστίν σοι» λόγος «συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεὶρ ἔστω ἐπὶ στόματί σου». «θάνατος» γὰρ «καὶ ζωὴ ἐν χειρὶ γλώσσης», τοῦτ' ἔστιν ἐν ἐξουσίᾳ, «οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς». ἐπεὶ δὲ τὸ γλώσσης κρατῆσαι οὐ σφόδρα ἐστὶν εὐχερές, ἄνωθεν καὶ τοῦτο ἡμᾶς ὁ ψαλμῳδὸς διδάσκει λέγων· «θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου». μὴ καταλαλῶμεν τοιγαροῦν ἀλλήλων μηδὲ κατακρίνωμεν τοὺς ἀδελφούς· ὁ μὲν γὰρ συνέσει κυβερνώμενος οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, ἀλλὰ τοῖς ἰδίοις ἐνατενίζων κακοῖς καλὸν ἐπ' αὐτοῖς καταστάζει δάκρυον, ἵνα κομίσηται τὴν ἄφεσιν παρὰ θεοῦ· ἀμήχανον γὰρ ἀνθρώπους ὄντας καὶ οὕτως ἀσθενεῖς μὴ πάντως ὀλίγοις περιπίπτειν ἀτοπήμασιν. τὸ δὲ μηδ' ὅλως περιπεσεῖν μόνῳ πρόσεστι κατὰ φύσιν τῷ θεῷ. ἡμᾶς δὲ ἀναγκαῖον τοὺς ὄντας ἐν ἁμαρτίαις, μὴ τοῖς ἀλλοτρίοις ἐφήδεσθαι κακοῖς, ἀλλὰ φροντίζειν, ὅπως ἂν αὐτοὶ τῶν φαύλων ἔξω γενώμεθα.