Ancient Greek · ~5 min
Fragment 84
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 84
Not analysed yet
Mt 7, 5 Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, τοῦτ' ἔστιν σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρόν. εἰ δ' οὐκ ἐκβάλλεις τὴν δοκόν, κατακρίνεις δὲ τὸν ἔχοντα τὸ κάρφος, εὐλόγως ἀκούσῃ τὸ ἀποστολικόν· «ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις», ὁ λέγων «μὴ κλέπτειν, κλέπτεις». οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφός, ἕτερον δὲ οὐ κατακρινεῖ. τοῦτο γὰρ καὶ ὁ νόμος διὰ Μωσέως παραγγέλλει λέγων· «πρόσεχε σεαυτῷ». «σεαυτῷ» φησιν, οὐχ ἑτέρῳ. τὸ δὲ «πρόσεχε» ἀντὶ τοῦ παραβλέπου τὰ κατὰ σαυτόν. ὁ μὲν δὴ συνετὸς οὕτως ἑαυτὸν παιδαγωγήσει οὐκ εἰς τὰ ἑτέρων ἀποβλέπων πταίσματα, ἀλλὰ τὰ οἰκεῖα περιεργαζόμενος καὶ ὑπὲρ αὐτῶν μεταγινώσκων. εἰσὶ δέ τινες οἵτινες τὰ μὲν ἑαυτῶν οὐχ ὁρῶσιν ὀλισθήματα, ἐπὶ δὲ τοῖς ἑτέρων προσκόμμασι γελῶσι πλατύ, οἳ χαμαὶ κείμενοι τοὺς ἑστῶτας ἐπιχλευάζουσιν, οἳ ἀπὸ ποδῶν ἕως κεφαλῆς βορβόρῳ κατεχρισμένοι τοὺς ὀλίγον ἔχοντας ῥύπον καταδικάζουσιν· λέγουσι γὰρ ἔσθ' ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέροις οὐκ αἰσθάνονται τὸν ἑαυτῶν ζωγραφοῦντες τρόπον. ὅσην δὲ ζημίαν ἔχει τὸ κατακρίνειν ἑτέρους, διὰ τοῦ ἐξουθενοῦντος τὸν τελώνην Φαρισαίου μεμαθήκαμεν. ταῦτ' οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθεσίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα λέγων.