Ancient Greek · ~3 min
Fragment 89
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 89
Not analysed yet
Mt 7, 24—26 Ὁ ἀκροατὴς νόμου τοῦ πνευματικῶς νοουμένου οὐ μὴν καὶ ποιητὴς οἴκῳ ἀπεικάζεται ἐπὶ τῆς ψάμμου οἰκοδομηθέντι, ὃς ἐν καιρῷ πειρασμοῦ καταπίπτει καὶ χώννυται τῶν πνευμάτων τῆς πονηρίας ἐπιπνευσάντων, τῶν ταραττομένων ὑδάτων ἕως ψυχῆς εἰσελθόντων καὶ τοῦ θολεροῦ χειμάρρου τῆς ἀνομίας αὐτῶν ἐκταράξαντος καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπισείσαντος κίνδυνον. καλῶς δὲ ἐπὶ μὲν τοῦ φρονίμου ὁμοιώσω αὐτὸν εἶπεν, ἐπὶ δὲ τοῦ μωροῦ ὁμοιωθήσεται· ὁ μὲν γὰρ τῆς ἀρετῆς ἐργάτης πάντως «ἰσχύει ἐν τῷ ἐνδυναμοῦντι» αὐτὸν Χριστῷ, παρ' οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον, παρ' οὗ σοφία καὶ σύνεσις καὶ πρὸς τὸ ἀγαθὸν ἐξομοίωσις. ὁ δὲ φαῦλος οὐχὶ θεὸν ἔχει τῆς ἑαυτοῦ κακίας καὶ ἀφροσύνης αἴτιον, ἀλλ' αὐτὸς ὁμοιοῦται τῷ ἄφρονι τοῦ κατὰ φύσιν ἀποστὰς καὶ ἐν τῷ παρὰ φύσιν γενόμενος.