Ancient Greek · ~2 min
Fragment 88
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 88
Not analysed yet
Mt 7, 22—23 Ὁ λόγος κατὰ τῶν ἐν ἀρχῇ πιστευσάντων ὀρθῶς καὶ ἐπιμελῶς ἐργασαμένων τὴν ἀρετὴν ὡς καὶ σημεῖα ποιῆσαι καὶ δαιμόνια ἐκβαλεῖν καὶ προφητεῦσαι, ὕστερον δὲ τραπέντων εἰς φαυλότητα καὶ ἐξ ἑκουσίου προαιρέσεως καὶ μοχθηροῦ καὶ προθυμίας· εἰ γὰρ λέγει, ὅτι οὐκ ἔγνων ὑμᾶς οὐδέποτε, ἐν ἴσῳ τοῖς μηδ' ὅλως ἐγνωσμένοις τίθησιν τὸν ἐν ἀρχαῖς ἐναρέτως ζήσαντα, ἀλλὰ ἐπὶ τέλει κατεγνωσμένον. γινώσκειν δὲ λέγει ὁ θεός, οὓς ἀγαπᾷ· ἀγαπᾷ δὲ τοὺς ὁλοτρόπως εἰς αὐτὸν πιστεύοντας καὶ ποιοῦντας τὰ ἀρεστὰ αὐτῷ.