Ancient Greek · ~1 min
Fragment 96
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 96
Not analysed yet
Mt 8, 18 Ἀπεχώρει δὲ ὁ Χριστὸς ἀπὸ τῶν ὄχλων, ἵνα μὴ δόξῃ τις φιλόκομπος εἶναι χαίρων τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις καὶ ἵνα μὴ ὀργίζωνται κατ' αὐτοῦ οἱ Φαρισαῖοι· ἐλύπει γὰρ αὐτοὺς σφόδρα τὸ ἀκολουθεῖν αὐτῷ πολλούς· καὶ ἵνα ταῖς πλησίον πόλεσιν ἐπιλάμψῃ τὸ οἰκεῖον καὶ σωτήριον φῶς.