Ancient Greek · ~2 min
Fragment 97
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 97
Not analysed yet
Mt 8, 18—22 Κελεύει δὲ μόνοις τοῖς μαθηταῖς ὁ Ἰησοῦς ἀπελθεῖν εἰς τὸ πέραν, ἵνα μὴ δοκῇ ἐμποδίζεσθαι ὑπὸ τῶν θλιβόντων αὐτὸν ὄχλων ἀκούειν τοὺς μαθητὰς τῶν ἁρμοζόντων αὐτοῖς μαθημάτων καὶ γνησιωτέρως μελλόντων αὐτοῖς ἀποκαλύπτεσθαι τῶν τοῦ θεοῦ μυστηρίων, τῶν «ἐν παραβολαῖς τοῖς ὄχλοις» λαλουμένων· ἐπεὶ πάντα τὰ ἐν χερσὶ καταλείψαντες μόνοι αὐτῷ ἠκολούθησαν ἕνεκεν φιλομαθίας, κελεύει δὲ διαπερᾶν ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ἐπιγείων ἐπὶ τὰ ἐπουράνια, ἀπὸ τῶν σαρκικῶν ἐπὶ τὰ πνευματικά.