Ancient Greek · ~3 min
Fragment 98
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 98
Not analysed yet
Mt 8, 21 Ἔνθα μὴ πρόκειται εἰ πρὸς θεὸν τιμή, δίκαιον τιμᾶν τοὺς γονεῖς· ἐπὰν δὲ τὰ δύο ἐν μέσῳ ᾖ, τοῦ μὲν δεῖ ἀντέχεσθαι, τοῦ δὲ καταφρονεῖν, μάλιστα εἰ ἐμποδίζεται πρὸς τὸ ἀρέσαι θεῷ ἡ πρὸς τοὺς γονεῖς τιμή· τοῖς γὰρ πρωτείοις δεῖ δοξάσαι τὸν θεόν, ἵνα μὴ εὑρεθῶμεν κατὰ τὸν Κάϊν τὰ δευτερεῖα τῷ θεῷ ἀπονέμοντες. ὁμοίως καὶ ὁ παλαιὸς νόμος τοὺς ἱερέας ἐκώλυε προσπελάζειν τοῖς νεκροῖς καὶ τῆς οἰκείας ἔχεσθαι λειτουργίας καὶ μὴ κατάγεσθαι περὶ τὰς σαρκικὰς συμπαθείας, ἀλλ' ἐκεῖνος μὲν διὰ σκιῶν, ὁ δὲ Χριστὸς ἀπαρακαλύπτως διδάσκει τὸν τῷ θεῷ προσεδρεύειν θέλοντα μηδεμιᾶς συγγενείας λόγον ποιεῖσθαι εἰς τὸ ἀπασχοληθῆναι τῷ συνεῖναι Χριστῷ· καὶ γὰρ αὐτὸς διὰ τὴν πρὸς τοὺς συνόντας ὠφέλειαν ὑπερεῖδεν μητέρα καὶ ἀδελφοὺς εἰπών· «τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου» καὶ «μήτηρ μού ἐστιν».