Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.100
Not analysed yet
Ἰησοῦν. Ἐπειδὴ δὲ τετέλεσται τὸ προηγγελμένον, καὶ τὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀφῖκται τέλος (ἐπεφάνη γὰρ ἡμῖν ὁ Θεὸς καὶ Κύριος, κατὰ τὰς Γραφάς), εἶτα πεπαρῳνήκασιν εἰς αὐτόν· πέπαυται παρ' αὐτοῖς τῆς προφητείας ἡ χάρις. Οὐ γὰρ ἦν ἀκόλουθον θεομάχους ὄντας καὶ ὑβριστὰς, γεγονότας δὲ καὶ Κυριοκτόνους, καὶ τὰς χεῖρας αἱμάτων ἔχοντας πλήρεις, τῷ τῆς προφητείας τιμᾶσθαι πνεύματι. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ μακάριος Δανιὴλ, ἐσφραγίσθαι λέγων ὅρασιν καὶ προφήτην. Οὐκοῦν ἀμέτοχος τῆς οὕτω λαμπρᾶς καὶ εὐκλεεστάτης χάριτος γέγονεν ὁ Ἰσραήλ· ἀμαθὴς δὲ οὕτω καὶ φρενὸς ἔρημος ἀγαθῆς, ὡς μὴ εἶναι παρ' αὐτοῖς μηδένα τὸν στοχαστήν. Στοχαστὴν δὲ εἶναί φαμεν τὸν οἱονεὶ συμβάλλοντα καὶ διατεκμαιρόμενον ὀρθῶς ἕκαστα τῶν πραγμάτων, καὶ ὅποι ποτὲ ἥξει, καὶ εἰς ποῖον καταντήσουσι τέλος, εὖ μάλα διαγινώσκοντα. Οἱ μὲν γὰρ ἀπερισκέπτως καὶ ἐξ ἐλαφρῶν ἐννοιῶν χωροῦντες εἰς τὰ πρακτέα, διαμαρτάνουσι τῶν χρησίμων, καὶ ὡς ἐπὶ σκότῳ βαδίζοντες, ἔρχονται κατὰ πετρῶν. Οἱ δὲ ἀκριβεῖς εἰς σύνεσιν, ὀξεῖ βλέπουσιν ὀφθαλμῷ τὰς τῶν πραγμάτων ἐκβάσεις. Καὶ εἰσὶν οὐκ ἀθαύμαστοι, διὰ τοῦτο πάντα δρῶντες οἰκονομικῶς. Φρενὸς δὲ τοῦτο καρπὸς ἀγαθῆς, καὶ ἀρίστης ὄντως ἐπίτευγμα βουλῆς. Πρεσβύτερον δέ φαμεν οὐ τὸν κατὰ χρόνον (πλεῖστοι γὰρ ὅσοι παρὰ τοῖς Ἰουδαίοις εἰσέτι καὶ νῦν, οἳ καὶ εἰς ἄκρον ἥκουσι πρεσβυτικῆς ἡλικίας), ἀλλὰ τὸν κατὰ σύνεσιν, καὶ ὡς ἐν τελειότητι γεγονότα φρενῶν. Οἷς καὶ ὁ μακάριος Ἰωάννης ἐπιστέλλει, λέγων· «Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπαρχῆς.» Πρεσβύτας οὖν ἄρα νοήσωμεν τοὺς τὸν νοῦν ἔχοντας ἠρεμαῖον ἤδη, καὶ καθεστηκότας, καὶ πολιοὺς τὴν φρένα, καὶ τῷ βεβηκότι χρῆσθαι μεμελετηκότας. Πεντηκόνταρχον δέ φησιν, οὐχὶ πάντως τὸν ἀνδρῶν πεντήκοντα προτεταγμένον, ἀλλ' ὡς ἐξ ἑνὸς δὴ τούτου πράγματος ἁπαξαπλῶς τὸν ἡγούμενον. Καὶ ὡς ἐν κόσμῳ καὶ τάξει πολιτεύεσθαί τε διαζῇν ἀναπείθοντα τοὺς ὑπεζευγμένους.» Νενόσηκε δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἡ τῶν Ἰουδαίων Συναγωγή. Ἔτι μὲν γὰρ συνόντος αὐτοῖς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ καλοῦντος διὰ τῆς πίστεως εἰς ζωὴν αἰώνιον, εἰς οὐρανῶν βασιλείαν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεόν· ἦσαν ἔτι παρ' αὐτοῖς ἀρχιερεῖς καὶ ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Ἐπειδὴ δὲ ἀπεκτόνασιν αὐτὸν οἱ δείλαιοι, διεσπάρησαν εἰς πάντα ἄνεμον, μέτοικοί τε καὶ ἀλῆται γεγόνασιν, καὶ ξένοι πανταχῆ, οὐχ ἡγουμένους ἔχοντες ἔτι καὶ προεστηκότας, καθὰ καὶ πάλαι· ἀλλ' οἷά τις ἀγέλη ποιμένων ἐρήμη, καὶ τοὺς ἐφεστηκότας οὐκ ἔχουσα, καὶ τὸ ἔτι φορτικώτερον, οὔτε συμβούλους ἔχουσα θαυμαστοὺς, ὁποῖοί τινες ἦσαν οἱ πάλαι προφῆται, τὰ εἰς σωτηρίαν αὐτοῖς εἰσηγούμενοι, καὶ ἀφηνιῶσι συμβουλεύοντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων εἰς ὄνησιν χειραγωγοῦντες εὐτέχνως. Ἀπειλεῖ δὲ ἀποστήσειν αὐτῶν καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατὴν, χαρίσματα δὲ καὶ ταῦτα πνευματικὰ καὶ θεόσδοτα, καὶ τοῦ παντὸς ἄξια λόγου. Σοφὸν γὰρ