Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.97
Not analysed yet
ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἡττώμενον. Ἑκάστῳ γὰρ ἡμῶν δέδοται παρὰ Θεοῦ χάριτος μέτρον. Τοῦτο ἡμῖν ἐναργὲς ὁ σοφώτατος Παῦλος καθίστησι, λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ' ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Ἔθος δὲ καὶ ἑτέρως τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς ἄγαν εὐσθενεστάτους γίγαντας ἀποκαλεῖν. Καὶ γοῦν ἔφη που Θεὸς περὶ τῶν ἐκ Βαβυλῶνος καταστρατευσάντων τῆς Ἰουδαίων χώρας· «Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Καὶ μὴν καὶ ὁ ψαλμῳδός· «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.» Οὐκ ἔσται δὲ παρὰ τοῖς Ἰουδαίοις οὐ πολεμιστὴς, οὐ δικαστής. Ἡμεῖς μὲν γὰρ οἱ τῇ πίστει τετιμηκότες τὸν τῶν δυνάμεων Κύριον, νευρούμεθα παρ' αὐτοῦ, καὶ ἱκανοὶ πρὸς ἀντίστασιν ἀποτελούμεθα, τὴν πρός γε τὰς πονηρὰς καὶ ἀκαθάρτους δυνάμεις. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Οἷς ἀνθιστάμεθα νοητῶς τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐνηρμοσμένοι, καὶ παντευχίαν ἔχοντες τὴν πνευματικήν. Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμνημονεύει λέγων· «Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ τὰ ἑξῆς· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Παρὰ δέ γε τοῖς Ἰουδαίοις, οὐδεὶς τοιοῦτός ποθεν· ἀμαχεὶ δὲ ὥσπερ παραχωροῦσιν ἀεὶ τὸ νικᾷν παντὶ τῷ προσβάλλοντι, καὶ ταῖς σφῶν αὐτῶν ἀτιθάσσοις ἡδοναῖς. Οὐδ' ἂν εὕροι τις παρ' αὐτοῖς τὸν εἰδότα δικάζειν ὀρθῶς, ἢ τοῖς εἰς νοῦν κειμένοις, ἤγουν τοῖς ἔξωθεν καὶ βιωτικοῖς πράγμασιν. Εἰστρέχουσι μὲν γὰρ τὸν ἀνθρώπινον νοῦν ἔκτοποί τε καὶ πονηροὶ διαλογισμοὶ, καὶ δεινὸς ἀκαθάρτων ἐπιθυμῶν διακυκᾷ θόρυβος· ἀλλὰ τοῦ μὲν σοφοῦ καὶ ἐπιεικοῦς ἕστηκεν ὁ νοῦς, οἷά τις κριτὴς δοκιμάζων ἕκαστα, καὶ παραιτούμενος μὲν τὸ φαῦλον, ἀῤῥήτῳ δὲ ψήφῳ τὸ χρήσιμον στεφανῶν. Ἀνεπιτήδευτον παντελῶς καὶ τοῦτό ἐστι παρά γε τοῖς Ἰουδαίων δήμοις. Οὐ γάρ ἐστι μετ' αὐτῶν ὁ καὶ πρὸς τοῦτο ἡμᾶς ἀπευθύνων Θεὸς, ἀλλ' οὐδ' ἂν εἰ καί τι τῶν ἔξωθεν διαγυμνάζοιτό πως, δοκιμάζειν ἴσασι τὸ ἀμωμήτως ἔχον καὶ ἀρέσκον Θεῷ· πῶς γὰρ εἰδεῖεν τὸν ἀκριβῆ τοῦ νόμου σκοπὸν, οἱ τῷ νομοθέτῃ προσκεκρουκότες, ταύτης τε ἕνεκα τῆς αἰτίας συνέσεως ἁπάσης, τῆς ἐπί γέ φημι τοῖς ἱεροῖς Γράμμασι, δικαίως ἐστερημένοι; Ἀφελεῖ δὲ ὁμοίως, φησὶ, πρὸς τούτῳ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὅτι μὲν οὖν ἐξῄρηται προφητεία τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἐνδοιάσειέ τις, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Οἱ μὲν γὰρ μακάριοι προφῆται κατὰ καιροὺς γεγονότες προεκήρυττον τὸν Χριστὸν