Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.101
Not analysed yet
εἶναί φαμεν ἀρχιτέκτονα, τὸν εἰδότα νοητῶς Ἐκκλησίαν οἰκοδομεῖν, ὀρθαῖς τε καὶ ἀμωμήτοις μυσταγωγίαις, καὶ καθαιροῦντα μὲν τῆς ψευδωνύμου γνώσεως τοὺς φενακισμοὺς, ἀνατειχίζοντα δὲ τοῖς τῆς ἀληθείας δόγμασι τῶν πιστευόντων τὸν νοῦν. Ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων καὶ λέγων· «Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἐμοὶ, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς οἰκοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός.» Οὐδεὶς οὖν ἄρα παρὰ τοῖς Ἰουδαίοις ὁ σοφὸς ἀρχιτέκτων, ἀλλ' οὐδὲ συνετὸς ἀκροατὴς, λογιζόμεθα δὲ εἶναι τοῦτον, τὸν ἔχοντα διακρίσεις πνευμάτων, καὶ συνιέναι δυνάμενος, τίς μὲν ἔστιν ὁ ἐν πνεύματι Θεοῦ λαλῶν, τίς δὲ πάλιν ἐν τῷ Βεελζεβούλ. Πολλοὶ μὲν γὰρ οἱ παρὰ πολλῶν γεγόνασι λόγοι, καὶ δογματικὴν ἐξήγησιν ἔχοντες, καὶ τῆς ἐν τρόποις ἐπιεικείας τὴν μνήμην εἰσφέροντες. Ἀλλ' οἱ μὲν ἀσύνετοι καὶ ἀμαθεῖς ἀδιακρίτως ἁρπάζουσιν, καὶ ἀβασανίστους εἰσδέχονται τοὺς λόγους, καίτοι τὸ ὠφελοῦν ἔχοντας οὐδὲν, πολὺ δὲ μᾶλλον τὸ βλάβος ἐμποιεῖν εἰωθότας. Ὁ δὲ συνετὸς ἀκροατὴς, καθάπερ δόκιμος τραπεζίτης εἰσδέχεται μὲν τὸ πεφυκὸς ὠφελεῖν, κατακιβδηλεύει δὲ καθάπερ τι παράσημον νόμισμα τὸ μὴ οὕτως ἔχον. Τοιοῦτόν τι καὶ ὁ μακάριος Παῦλός φησι· «Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Καὶ μὴν καὶ ἕτερος τῶν ἁγίων μαθητῶν συνῳδὰ τούτοις ἐπιτάττει λέγων· «Ἀδελφοὶ, δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Τούτων δὴ οὖν ἁπάντων ἀφῃρημένων, ἐπιστήσω, φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Νεανίσκους δὲ πάλιν οὐ κατά γε τὸν τῆς ἡλικίας χρόνον ἐνθάδε φησὶν, ἀλλὰ τοὺς οὔπω λαχόντας τὸ ἐν συνέσει τέλειον. Ἀφρονεῖ δὲ ἡ νεότης ἀεὶ, καὶ σεσάλευται πρὸς τὸ ἀπαθὲς, καὶ τῆς ἀρίστης ἡττᾶται βουλῆς. Διατελοῦσι δὲ καὶ εἰς δεῦρο κατὰ τὸ ἀληθὲς τοιούτους ἔχοντες Ἰουδαῖοι τοὺς ἡγουμένους, καὶ νεωτέρους τὴν ἐρημίαν. Ἐμπαῖκται δὲ καὶ ἑτέρως, ὠνούμενοι χρήμασι τὸ καλεῖσθαι Ῥαββὶ, καὶ φιλοκερδίας ἕνεκα καὶ λημμάτων συλλογῆς τὸ καθηγεῖσθαι λαχόντες. Ἀλλ' οἵγε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν τῆς ὑποκρίσεως διωθούμενοι νόσον, ἀληθεῖς εἰσι προσκυνηταὶ, καὶ οὐ τοῖς ἔξωθεν ὡραϊσμοῖς πεπλανημένην [f. πεπλασμένην] ἔχουσι τῆς ἀρετῆς τὴν δόκησιν, ἀλλ' εἰς νοῦν ἔσω καὶ καρδίαν τὰ τῆς εἰς Θεὸν εὐσεβείας συνενεγκόντες αὐχήματα, περιπατοῦσι μὲν ἐπὶ γῆς, ἐν δὲ οὐρανοῖς πολιτεύονται, καθηγητὴν ἔχοντες αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Προκαταμεμήνυκεν ἡμῖν ὁ λόγος, ὡς ἀφαιρεθήσεται τῆς Ἰουδαίας ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος, γίγας τε καὶ ἰσχύων, πολεμιστὴς, καὶ δικαστὴς, καὶ