Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1000
Not analysed yet
λείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν. Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασιλειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, τὸν Σεδεκίαν αἰχμάλωτον, καί τινας τῶν ἐπιφανῶν σὺν αὐτῷ δεδεμένους, ἀπεκόμισεν εἰς τὴν Χαλδαίων ὁ Βαβυλώνιος· καὶ ταῦτά ἐστι τὰ ἐκλεκτὰ τῆς κέδρου. Εἰμὶ τοίνυν ἐγὼ, φησὶν, ὁ καλῶν ἀπὸ ἀνατολῶν πετεινόν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, οὐ διέψευσμαι, φησί. Προαπήγγελκα μὲν γὰρ ὡς ἥξει κατὰ καιροὺς, ἀλλ' εἰς πέρας ἤχθη τὸ προειρημένον. Ἔκτισα, τοῦτ' ἔστι, κατεσκεύασα κακὰ, δηλονότι γοῦν τὰ κακωτικὰ, καὶ τὰς τοῦ πολέμου συμφορὰς τοῖς τὴν ἐμὴν ἀτιμάσασι δόξαν, καὶ εἰδώλοις ἀψύχοις προσνενευκόσι. Καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Οὐ γὰρ τῆς ἐκείνου χειρὸς ἦν ἔργον τὸ κατισχύσαι τοῦ Ἰσραὴλ, εἴπερ ἦν ἐπίκουρος αὐτῷ Θεός. Ἀλλ' αὐτὸς σώζων καὶ προεστηκὼς, εὐώδωσα αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, ἵνα ὑπαγάγῃ ταῖς δίκαις τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ὀλίγα πεφροντικότας, μᾶλλον δὲ καὶ εἰσάπαν ἀποσκιρτήσαντας, ὥστε, καὶ ξύλοις, καὶ λίθοις τὴν αὐτῷ τε καὶ μόνῳ πρεπωδεστάτην ἀναθεῖναι τιμήν τε καὶ δόξαν. Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ μὴ βραδύνω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Ἰδοὺ δὴ πάλιν σωτηρίαν αὐτοῖς ἐπαγγέλλεται, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ, μὴ ἄρα πως ταῖς ἐπέκεινα μέτρου δυσθυμίαις κεκρατημένοι, μακρὰν γένοιντο τῆς ἐλπίδος τοῦ ὅτι σωθήσονται, μετανοεῖν ᾑρημένοι. Ἀκάρδιοι μὲν οὖν οἱ πλανώμενοι, καὶ ἀληθὴς ἐπ' αὐτοὺς ὁ λόγος. Ποίῳ γὰρ νῷ κεχρημένοι δημιουργοῦσιν αὐτοὶ τοὺς προσκυνουμένους, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας, παρ' αὐτῶν αἰτοῦσι τὸ σώζεσθαι; Πλὴν καὶ οὕτως ἀνέχεται Θεὸς, καὶ κατοικτείρει μᾶλλον ἠπατημένους, καὶ πεσόντας ἐλεεῖ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀνακομίζει πρὸς σύνεσιν, καὶ ἀνανήφειν κελεύει, καὶ μακρὰν ὄντας διεσχοινισμένους τε τῆς δικαιοσύνης, τοῦτ' ἔστι, Θεοῦ, πρὸς αὐτὸν ἰέναι κελεύει. Ἔοικε δὲ ταῖς ὑποσχέσεσι τῆς μερικῆς σωτηρίας, καὶ τῆς καθόλου καὶ γενικωτάτης συναναπλέκειν τὴν δήλωσιν. Σέσωκε μὲν γὰρ ἐκ γῆς Χαλδαίων τοὺς ἐν τάξει δορυκτήτων εἰς αὐτὴν ἀπενηνεγμένους, καὶ μερικὸν ἐπικούρημα φαίη ἂν, οἶμαι, τὶς τουτὶ, γενικώτατον δὲ τὸ διὰ Χριστοῦ, ὃ καὶ ἀναδείξειν οὐκ εἰς μακρὰν τοῖς πάλαι κατεπηγγέλλετο. Ἤγγισα γὰρ, φησὶ, τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ μὴ βραδύνω. Ἐοικέναι δὲ τοῦτό φαμεν τῷ, Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Δέδοται δὲ ἐν Σιὼν ἡ σωτηρία τῷ Ἰσραὴλ εἰς δόξασμα. Καὶ Σιὼν ἐν τούτοις τὴν νοητὴν ὀνομάζει, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα πάντες ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραήλ. Ὥσπερ γὰρ Ἰουδαῖός ἐστιν οὐχ ὁ κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ εἴ τις καὶ τῆς ἐν πνεύματι περιτο-