Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1001
Not analysed yet
μῆς ἠξίωται· οὕτως καὶ Ἰσραὴλ, οὐχ οἱ ἐξ αἵματος μόνον τοῦ Ἰσραὴλ γεγονότες, ἀλλὰ γὰρ καὶ ὅσοι νοῦν ἐσχήκασιν ὁρῶντα Θεὸν, οἳ καὶ εἰς τέκνα τέθεινται, καὶ κατ' ἐπαγγελίαν του Ἀβραὰμ, καὶ τούτους εἶναί φαμεν τὸν ἀληθέστερον Ἰσραήλ. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν [οὐκ ἔστι θρόνος· εἴσελθε εἰς τὸ σκότος], θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψον τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου· φανήσονται οἱ ὀνειδισμοί σου. Τὸ δίκαιον ἐκ σοῦ λήψομαι. Εἰπὼν ὅτι Δέδωκα τῷ Ἰσραὴλ σωτηρίαν εἰς δόξασμα, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας αὐτοῖς ἐπαγγειλάμενος λύτρωσιν, διαμνημονεύει λοιπὸν καὶ ἀφηγεῖται σαφῶς, τίνα τε ἥλω τρόπον καὶ πεπόρθηται, καὶ οἷον ἐν πίνακι καταγράφει τῶν ἁλόντων τὸ σχῆμα. Ὥσπερ γὰρ τῇ τῶν Ἰουδαίων χώρᾳ τὴν ἐκ τοῦ πολέμου τῶν Βαβυλωνίων προκαταμεμήνυκεν ἐξανάστασιν, λεπτῶς ἕκαστα διεξιὼν, καὶ λέγων· «Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών· καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοὺς κόσμους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς κοσύμβους,» καὶ τὰ τούτων ἐφεξῆς· εἶτα προσεπάγει τούτοις· «Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλακρώματα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον·» οὕτω καὶ νῦν οἷα πείσονται τῶν Βαβυλωνίων αἱ θυγατέρες ἤγουν αἱ σύνοικοι, Περσῶν τε καὶ Μήδων περιελκόντων αὐτὰς, διαδείκνυσι λέγων· Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, ὑπεμφήνειεν ἂν τὸ, ταπεινώθητι, καίτοι πάλαι νοσοῦσα δεινῶς τὴν ὑπεροψίαν. Κατάβηθι τοίνυν ἐξ ὄρους καὶ φρονήματος ὑψηλοῦ πρὸς ταπείνωσιν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐκ τρυφῆς εἰς ταλαιπωρίαν, ἐξ ἀμετρήτου πλούτου εἰς πτωχείαν ἐσχάτην, ἐξ ἐλευθερίας εἰς δουλείαν, καὶ ἁπαξαπλῶς ἐξ ἁπάντων τῶν ἡδίστων ἐπὶ τὰ χείρω καὶ μοχθηρότατα. Κάθισον εἰς τὸ σκότος, τὸ ἐκ τῆς ἀνηκέστου συμφορᾶς δηλονότι. Καταδουλοῖ γὰρ τὸν νοῦν λύπη δριμεῖα καταχεομένη ψυχῆς, καὶ ἀδοκήτων ἔφοδος πόνων, καὶ φορτίου δίκην ἐπιπίπτων φόβος. Ὅτι δὲ παρελήλακεν αὐτῆς ὁ τῆς ἀρχαίας εὐημερίας καιρὸς, δείκνυσι λέγων· Οὐκέτι μὴ προσθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Τὰ μὲν γὰρ τῶν Χαλδαίων γύναια, τὸ ἀπεικὸς οὐδὲν, ἁβρὰν ἐσχηκέναι τὴν δίαιταν, εἶναί τε φιλόκοσμα, καὶ κομμωτικὴν ἐπιστήμην οὐκ ἐν σμικρῷ ποιεῖσθαι λόγῳ·