Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.997.1
Not analysed yet
γὰρ ἐγὼ, φησὶν, ὁ πάντων ἔχων τὴν γνῶσιν, καὶ πρὶν γενέσθαι τι καταμηνύων αὐτὸ, καὶ εἰς πέρας ἄγων τὸ ἐπηγγελμένον. Διαβεβαιοῦμαι δὲ πρὸς τοῦτο, ὅτι πᾶν εἴ τι βεβούλευμαι συντετέλεσται, καὶ ἀπρακτήσειεν ἂν παντελῶς οὐδὲν τῶν δοκούντων ἐμοί. Πάμμεγα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν ἰσχύος ἀμάχου καὶ θεοπρεποῦς. Ἄνθρωποι μὲν γὰρ, καίτοι τὰς ἀνωτάτω τιμὰς λαχόντες καὶ τὰς εἰς λῆξιν ἔχοντες δυναστείας, προτίθενταί τινα σκοπὸν, καὶ κατορθῶσαί τι βουλεύονται, ἀλλ' οὐ πάντη τε καὶ πάντως αὐτοῖς ἔρχεται κατὰ ῥοῦν τὰ διεσκεμμένα. Πλεῖστα γὰρ ὅσα παρεμπίπτει τὰ μεταξὺ, καὶ δυσάντητον ἔχει τὴν ἐκκοπήν· Θεός γε μὴν ὁ τῶν ὅλων, εἴπερ τι βούλοιτο δρᾷν, τί ἂν γένοιτο τὸ ἀντιστατοῦν, καὶ ἀντεξάγον αὐτό; Ἃ γὰρ Θεὸς ὁ ἅγιος βούλεται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Οὐκοῦν εἰς ἀπόδειξιν τοῦ ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθῶς, λέγοιτο ἂν εἰκότως παρ' αὐτοῦ τὸ, Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω. Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰουδαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσόλυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκόμισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκληρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν. Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω τῆς γῆς αὐτῆς ἦσαν. Καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπωρυγὰς, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.» Ταυτὶ μὲν οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἐπειδὴ δὲ δυσέφικτος ἦν ὁ λόγος, καὶ τῶν νοημάτων ἡ δύναμις οὐ σφόδρα σαφὴς τοῖς ἀκροωμένοις, αὐτὸς δὴ πάλιν αὐτὴν διατρανοῖ λέγων· «Εἶπον δὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα ἃ εἶπον. Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βαβυλῶνα. Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασι-