Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1004
Not analysed yet
ὅτι καὶ αὐτούς φασι τοὺς τῶν τακτικῶν ἐπιστήμονας χρυσῷ καὶ λίθοις ἐπισεμνύνεσθαι, καὶ οὐκ ἀθαυμάστῳ κόσμῳ διαπρέπειν ἐπείγεσθαι, καὶ ἐν αὐταῖς ταῖς μάχαις. Οὐ κεκλήσῃ τοίνυν ἔτι τρυφερὰ, φησὶν, ὑποστήσῃ δὲ μᾶλλον, καὶ οὐχ ἑκοῦσα, τὴν ἐν τῷ θητεύειν ταλαιπωρίαν· ἀλήσεις ἄλευρον, γυμνὴ τῶν τῆς κεφαλῆς ὀφθήσῃ καλυμμάτων· ἀτημελῶς δηλονότι τῆς τριχὸς διαῤῥεούσης πανταχοῦ, καίτοι πάλαι ποικίλως ἀνεσφιγμένης. Ἀνακάλυψαι τὰς πολιὰς, καὶ τοῦτο σημεῖον ἂν γένοιτο σαφὲς, τοῦ πρὸς τοσαύτην ὠμότητα τοὺς ᾑρηκότας ἐλθεῖν, ὡς μηδὲ πρεσβύτιδος φείσεσθαι γυναικός. Ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. Τὰς γάρ τοι πεσούσας ἅπαξ εἰς ἀπαγωγὴν, καὶ τῆς ἐνεγκούσης ἀποφερομένας, εἰς τὴν τῶν νενικηκότων, καὶ μεταξὺ παρεμπίπτοντας τῶν ποταμῶν διαπεραιοῦσθαι δεῖ ποδὶ, ἀνασυρομένας δηλονότι, καὶ τὴν θηλείαις πρέπουσαν αἰδῶ μηκέτι φερούσας ἐν ὀφθαλμοῖς· ἀλλ' ὡς ἐξ ἀνάγκης καὶ τὰ τοῦ σώματος ἀπόῤῥητα γυμνούσας πολλοῖς. Φαίη δ' ἄν τις καὶ ἑτέρως αὐτῆς ὀφθῆναι τὴν αἰδῶ, καὶ φανῆναι τοὺς ὀνειδισμοὺς ὡς ἁλούσης ἅπαξ, καὶ ἐν τοῖς ἀπευκτοῖς γενομένης, καίτοι πάλαι τρυφώσης, καὶ ταῖς εἰς λῆξιν εὐημερίαις ἐναβρυνομένης. Εἶτά φησιν, ὅτι Τὸ δίκαιον ἐκ σοῦ λήψομαι, τοῦτ' ἔστι, ὅπερ χρή σε παθεῖν, τοῦτο παρὰ σοῦ λήψομαι. Καὶ ποῖον τοῦτό ἐστι, δι' ἑτέρου τῶν ἁγίων προφητῶν προκαταμεμήνυκεν εἰπών· «Καθὼς ἐποίησε, ποίησε, ποιήσω αὐτῇ.» Καὶ πάλιν· «Καθὼς ἐποίησας, ἔσται σοι οὕτως· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Εἴρηται δὲ καὶ ἑτέρωθί που περὶ παντὸς τοῦ πλημμελεῖν εἰωθότος· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ.» Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, εἶπεν ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ· ὁ Ἅγιος Ἰσραὴλ ὄνομα αὐτῷ. Παρεισβέβληκε μεταξὺ λόγος ἕτερος, καὶ ὡς πρός γε τὸν Ἰσραὴλ, καὶ ὑπισχνεῖται Θεὸς τὰ κατ' οὐδένα καιρὸν ὑπὸ χεῖρα πεσεῖν ἐχθρῶν, ἐλεῆσαι γὰρ ὡς ἰσοστάθμους τῶν αὐτῷ πεπλημμελημένων ἐκτετικότας δίκας, μᾶλλον δὲ καὶ πέρα τούτου κεκολασμένους. Ἔφη γάρ που περὶ αὐτοῦ· «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου τὰ ἁμαρτήματα αὐτῆς.» Οὐκοῦν Ὁ ῥυσάμενός σε, φησὶ, Κύριος Σαβαὼθ, ᾧ καὶ ὄνομα Ἅγιος Ἰσραὴλ, εἶπεν, Οὐκέτι παραδοθήσῃ πονηροῖς, καὶ ἀφιλοικτείρμοσιν ἀνθρώποις, δῆλον δὲ ὅτι τοῖς πάλαι νικήσασιν, ἐπείτοι Θεὸς ὠργίζετο, καὶ φειδοῦς καὶ ἀγάπης ἔρημον ἠφίει τὸν Ἰσραὴλ, τραπομένους ὁρῶν εἰς ἀπόστασιν καὶ ἀσχέτως ἰόντας ἐπὶ τὸ χρῆναι δρᾷν, ἃ τοῖς θείοις αὐτοῦ διαβέβληται νόμοις. Κάθισον, κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων· οὐκέτι μὴ κληθήσῃ Ἰσχὺς βασιλείας. Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν