Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1005
Not analysed yet
σφόδρα, καὶ εἶπας· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου. Δικαίᾳ ψήφῳ πανταχοῦ κεχρημένον ἑαυτὸν δεικνύει, καὶ δίκας ἐπάγοντά τισιν οἷς ἂν πλημμελεῖεν, τὰς ἰσοῤῥόπους. Πλεῖστα γὰρ ἦν ὅσα τὰ ἐγκλήματα τῶν Βαβυλωνίων, καὶ γράφεται μὲν αὐτοὺς ἐπὶ πολλῇ λίαν ὠμότητι καὶ ἀπανθρωπίᾳ, καταδείκνυσι δὲ καὶ ἀλαζόνα, καὶ ταῖς ἰδίαις δυνάμεσιν ἀσυνέτως ἐπιθαρσήσασαν, ὥστε καὶ οἴεσθαι τὴν ἐπὶ τὰ χείρω μεταβολὴν κατ' οὐδένα τρόπον ὑποστήσεσθαί ποτε. Οὐκοῦν ὅταν, φησὶν, ὑπομείνῃς τὴν ἅλωσιν, τότε κατανενυγμένη κάθισον. Τὸ δὲ, κατανενυγμένη, φησὶν, ἀντὶ τοῦ, νοήσασα, κἂν γοῦν ὀψέ ποτε, καὶ μάλιστα κατὰ σαυτήν· δέχου δὲ σκοτοδινίαν. Ἔφη γὰρ ὅτι τὰ ἀνήκεστα τῶν κακῶν σκότον ὥσπερ τινὰ καταχέει τοῦ νοῦ, καὶ οἷον κόνις ἐμπίπτει ταῖς ψυχαῖς. Οὐκέτι τοίνυν, φησὶ, κληθήσῃ Ἰσχὺς βασιλείας. Ὠνομάζετο γὰρ οὕτως ἡ Βαβυλὼν, ἅτε δὴ καὶ πληθὺν ἔχουσα τὴν ἀριθμοῦ κρείττονα, καὶ χεῖρα μαχιμωτάτην, καὶ ἀποχρῶσαν εἰς ἀντίστασιν, εἰ δή πού τινες εἶεν οἱ ἀνθιστάμενοι, καὶ ἀντεξάγοντες τοῖς τὸ κρατεῖν ἔχουσι παρ' αὐτοῖς. Εἶτα ποία τις ἦν ἡ πρόφασις τοῦ κατεπαχθῆναι τῶν Βαβυλωνίων τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διατρανοῖ λέγων· Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ζαχαρίου φαίνεται λέγων· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἔσθ' ὅτε Θεὸς, καὶ ἀνουθετήτους τινὰς γεγονότας, καὶ γαῦρον αὐτῷ στήσαντας τὸν αὐχένα μεθίστησι διὰ πόνων εἰς εὐήνιον, ἢ χεῖρας ἐχθρῶν ἐπαγαγὼν αὐτοῖς, ἢ καὶ ἑτέραις πη λύπαις ἐνιεὶς αὐτούς. Ὥσπερ γὰρ τὰ δυσίατα τῶν τραυμάτων πῦρ ἢ σίδηρος ἐξιᾶται πολλάκις, ἅτε δὴ τῆς τῶν φαρμάκων συμμετρίας οὐκ ἀνεχόμενα, τὸν αὐτὸν δὴ τρόπον, οἶμαι, καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν ἀσχέτοις ἰοῦσαν ὁρμαῖς κατὰ πετρῶν, καὶ τῶν τῆς φαυλότητος τρόπων ἀπρὶξ ἀντεχομένην, πικροῖς αὐτὴν ἐξιᾶται πόνοις. Εἰσὶ δὲ οἳ κολαστῶν ἐν τάξει παρειλημμένοι, δεινοῖς καὶ ἀκράτοις κέχρηνται θυμοῖς, καὶ πέρα φέρονται τοῦ εἰκότος, ἀφορήτως καταφορτίζοντες τοὺς ὑπ' αὐτοὺς γεγονότας. Παγχάλεπον τοίνυν τὸ χρῆμά ἐστι, καὶ παροξύνεται Θεὸς ἐπὶ τοῖς τοῦτο δρᾷν εἰωθόσιν. Ἀφεκτέον δὴ οὖν τοῦ κακοῦ, κἂν εἴ πού τινες πράττοιντο δίκας, Θεοῦ παιδεύοντος, ἐπὶ τὸ ἥμερον βλέπωμεν, εὖ εἰδότες ὅτι παροξύνεται λίαν ὁ παιδευτὴς, εἰ παρὰ μέτρον τὰ τῆς δίκης αὐτοῖς ἐπιφέροιτο πρὸς ἡμῶν. Οὐκ ἠλέησας τοίνυν, φησὶ, πρεσβύτην, καὶ εἷλες μὲν αὐτοὺς οὐκ ἀπὸ τῆς σῆς ἰσχύος, δόντος δὲ μᾶλλον ἐμοῦ. Γέγονας δὲ σκληρός τε καὶ ἀγριόθυμος, καὶ τὸ ἔτι τούτου φορτικώτερον εἰς τοῦτο προῆλθες ἀλαζονείας, ὥστε οἴεσθαί τε καὶ λέγειν, ὡς ἀκατάληκτον