Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1008.1
Not analysed yet
ἕξεις τὴν ἀρχὴν, καὶ τὸ ἐν ἀκλονήτοις εἶναι δυναστείαις. Εἶτα ταῦτα συμβαίνοντά σοι, φησὶν, οὐδὲ εἰς νοῦν ἔχειν ἠξίου, οὐδὲ εἰς μνήμην ἐδέξω τὰ ἔσχατα. Ποῖα δὲ ἦν ταῦτα; Τὰ τῆς αἰχμαλωσίας δηλονότι, καὶ τῆς ἐπενεχθείσης αὐτῇ ταλαιπωρίας παρὰ Θεοῦ. Νυνὶ δὲ ἄκουσον ταῦτα, ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. Νῦν δὲ ἥξει ἐξαίφνης τὰ δύο ταῦτα ἐπὶ σὲ ἐν ἡμέρᾳ μιᾷ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ, ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα, τῇ ἐλπίδι τῆς πονηρίας σου. Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Γνῶθι ὅτι ἡ σύνεσις καὶ ἡ πορνεία τούτων ἔσται σοι αἰσχύνη καὶ ἐντροπή. Διαλέγεται μὲν ὡς βεβήλῳ καὶ μάχλῳ τινὶ γυναίῳ, θρυπτομένῳ τε καὶ ὡραΐζεσθαι μεμελετηκότι. Πλὴν ἐκεῖνό φαμεν· Πλεῖστοί τινες ἦσαν παρὰ τοῖς Χαλδαίοις οἱ μάγοι, οὓς δὴ καὶ σοφοὺς ὠνόμαζον, ὧν ταῖς ὑποθήκαις καὶ ψευδηγόροις μαντείαις πάντα ἔδρων οἱ Βαβυλώνιοι. Ὑποπλαττόμενοι γὰρ ἀκριβῆ τῶν μελλόντων εἴδησιν ἔχειν ἐμαντεύοντο τοῖς κρατοῦσι τῆς γῆς σκυθρωπὸν μὲν οὐδὲν, ἐκεῖνα δὲ μᾶλλον, οἷς ἦν εἰκὸς ἐπιγάννυσθαι τοὺς ἀκροωμένους. Χρὴ τοίνυν ἐννοεῖν, ὅτι, καὶ Κύρου τὴν ἔφοδον ἀπειλοῦντος αὐτοῖς ἤδη τε ἐπάγοντος τὰς τῶν πολεμίων ἐμβολὰς, παρῆσάν που πάντως εἰς μέσον ἐκεῖνο ψευδηγοροῦντες καὶ λέγοντες, ὡς αὐτίκα δὴ μάλα περιέσονται μὲν αὐτοῦ, κρατήσουσι δὲ καὶ λίαν ἀμογητὶ, καὶ καταλλάξουσι τῶν ἐχθρῶν, ἐπορχήσονταί τε κειμένοις. Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα. Νῦν δὲ ἄκουσον, τρυφερά. Διασύρει δὲ διὰ τούτων τῶν Βαβυλωνίων τὴν δίαιταν, ὡς ὑδαρεστέραν καὶ ἀνειμένην. Ἁβροὶ γὰρ ἦσαν, μύροις μὲν τοῖς εὐωδεστάτοις καταχριόμενοι, στολαῖς δὲ ποικίλαις χρώμενοι, καὶ τὴν ἐκ τοῦ κοσμεῖσθαι τιμῶντες φαιδρότητα, ὥστε καὶ ἐν λόγῳ κεῖσθαι παρ' αὐτοῖς τὴν κομμωτικὴν ἐπιστήμην, εἶναί τε καὶ κάλλους ἅμιλλαν. Τρυφερὰ δὴ οὖν ὠνόμασται διὰ τοῦτο. Φησὶ δὲ αὐτὴν καὶ καθημένην, ἀντὶ τοῦ, βασιλεύουσαν, τῶν προσοίκων δηλονότι, μᾶλλον δὲ, καὶ τῶν ἔτι μακρὰν ἐθνῶν. Ἦν δὲ καὶ πεποιθυῖα, τοῦτ' ἔστιν, ἀμετρήτῳ πληθύϊ τῶν μαχίμων ἐπιθαρσήσασα, ὥστε καὶ λέγειν· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. ᾨήθη γὰρ ὅτι κατ' αὐτὴν οὐδεμία ἔσται παντελῶς ἑτέρα. Ἀλλ' ἐσφάλετο τῆς ἐλπίδος, καὶ διημάρτηκε τἀληθοῦς. Ἀντεγήγερται γὰρ ὁ Κῦρος, Πέρσας τε καὶ Μήδους ἐπάγων αὐτοῖς· καὶ μόλις ἔγνω παθοῦσα τὴν ἅλωσιν, ὡς ἦν ἑτέρα καὶ κρείττων αὐτῆς, ἡ Περσῶν δηλονότι καὶ Μήδων χώρα τε καὶ γῆ, ὑφ' ἧς γέγονε χήρα τε καὶ ἄτεκνος, καίτοι τὸ παθεῖν οὐ προσδοκῶσά ποτε. Κεχήρευται γὰρ τοῦ βασιλεύοντος ἐν αὐτῇ κατενηνεγμένου πρὸς θάνατον, ἠτεκνώθη δὲ τῆς τῶν μαχίμων πληθύος τοῖς ᾑρηκότων ξίφεσι δεδαπανημένης. Ἦλθεν οὖν ἐπ' αὐτῇ χηρεία τε καὶ ἀτεκνία. Καὶ ταῦτα συμβήσεταί σοι, φησὶν, ἐν τῇ φαρμακείᾳ σου, καὶ ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα τῇ ἐλπίδι τῆς πονηρίας σου. Ἐπειδὴ γὰρ, φησὶ, πονηρὰν εἶχες ἐλπίδα ἐπί γε ταῖς αὑτῆς φαρ-