Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1009.1
Not analysed yet
μακείαις καὶ ταῖς ἐπαοιδαῖς, ταύτῃτοι γέγονας ἄτεκνός τε καὶ χήρα· ὑψοῦ γὰρ αἴρουσα τὴν ὀφρὺν, καὶ ἀλαζονείας ἔμπλεων τὴν διάνοιαν ἔχουσα, σαυτὴν ἀμείνω τῶν ἄλλων πασῶν καὶ ἀλκιμωτέραν ᾠήθης εἶναι χωρῶν. Ἔφης γὰρ ὅτι οὐκ ἔστιν ἑτέρα. Γνῶθι δὴ οὖν ὅτι ἡ σύνεσις τούτων, καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. Φθάσας ἔφην ὅτι σοφοὺς ἐκάλουν τοὺς μάγους, ἤτοι συνετούς. Ἴσθι δὴ οὖν, ὦ Βαβυλὼν, φησὶν, ὅτι ἡ σοφία τῶν μάγων, ἤγουν ψευδομάντεων, καὶ ἐπαοιδῶν, καὶ ἡ πορνεία σου πρὸς τούτοις ἔσται σοι αἰσχύνη Πέπτωκας γὰρ ὑπὸ χεῖρα τῶν ἐχθρῶν, ὡς τούτοις ἐπιθαρσήσασα, ὧν οὐδὲν ἀπόνασθαι δυνατὸν, πλὴν ὅτι καταισχυνθῆναι μόνον ὡς εἰκαίαν ἐπ' αὐτοῖς λαβοῦσαν ἐλπίδα. Πορνείαν γέ φησιν ἐν τούτοις τὴν Βαβυλωνίων, οὔτι που πάντως τὴν σωματικὴν, ἀλλὰ γὰρ τὴν ἀκρατῆ καὶ ἀχάλινον ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Γῆ γὰρ ἦν τῶν γλυπτῶν, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὅλοις ὥσπερ ἀπεκομίζετο τοῖς ἱστίοις. Καὶ εἶπας τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς· βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν. Καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαίφνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Γράφεται πάλιν ἀλαζονείας αὐτὴν, καὶ ἀποστήσασαν μὲν ὁλοτρόπως τὴν ἑαυτῆς καρδίαν τοῦ εἰδέναι φιλεῖν, ὡς ἐν ἀνθρώποις μὲν ἀραρὸς οὐδὲν, ἀπήρτηται δὲ τῶν θείων διανευμάτων τὸ εἶναι τυχὸν ἢ μὴ τοὺς ἐπὶ τῆς γῆς· ἀλλ' οἵ γε τοῦτο εἰδέναι μὴ ἀνασχόμενοι, ταῖς σφῶν αὐτῶν ἀνάπτουσι κεφαλαῖς τὸ πάντα δύνασθαι κατορθοῦν, καὶ ὅσαπερ ἂν τελεῖν δύναται πρὸς εὐημερίαν αὐτοὺς, οἱ τοιοῦτοι θαυμάζουσι, καὶ ῥάβδον ὥσπερ ἑαυτοῖς ὑποστήσαντες καλαμίνην ἁλοῖεν ἂν, πίπτουσι γὰρ ἀδοκήτως, καὶ τὸν παρ' ἐλπίδα θρηνοῦσιν ὄλεθρον. Οὐκοῦν ἐπειδήπερ ἔφης ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, καταλήψεταί σε πικρὸν τῆς οὕτω δεινῆς ἀλαζονείας τὸ πέρας. Ἥξει γὰρ ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, τοῦτ' ἔστιν, ἀνόνητός σοι καὶ ἡ μαντεία πρὸς τοῦτο γενήσεται. Πείσει γὰρ ἃ οὐκ ἔγνως, καὶ συμβήσεταί σοι πικρὰ καὶ ἀδόκητος συμφορά. Ἥξει βόθυνος, καὶ ἐμπέσῃ εἰς αὐτόν· ὅμοιον ὡς εἰ λέγοι, δεινὸν καὶ δυσδιάφυκτον κακόν. Τοῖς γὰρ ἅπαξ εἰς βόθρον κατενεχθεῖσιν, εἴπερ τις εἴη βαθὺς, τὸ διαφυγεῖν δύνασθαι τῶν ἀνηνύτων ἔσθ' ὅτε. Ἥξει δὲ καὶ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· ἤξει καὶ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Οὐ γὰρ ἦν εἰδέναι τοὺς μάγους τὸ ἐσόμενον ἁπλῶς· μαντευόμενοι δὲ τὰ πρὸς χάριν, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, κατὰ τὸ γεγραμμένον, ἀσύμβατον ταῖς προαγορεύσεσιν ἑώρων συμβεβηκὸς τῶν ἐλπισθέντων τὸ πέρας. Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν, καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογὸς, ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ' αὐτούς· οὖτοι ἔσονταί σοι βοήθεια,