Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1012.1
Not analysed yet
ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος· ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Διαγελᾷ καὶ οἷον κατειρωνεύεται τῆς τῶν μάγων δεισιδαιμονίας, τὸ διάκενον ἄθυρμα, καὶ δὴ καὶ εἰσάπαν ἀνωφελὲς ἀποφαίνει τὸ ἐπιτήδευμα. Συναγηγερμένων γὰρ τῶν μαχίμων, φησὶ, Κύρου τε ὄντος κατὰ σοῦ, καὶ τῆς τῶν πολεμίων φάλαγγος κατευμεγεθούσης τῶν παρὰ σοὶ τοξευμάτων, ἀσθενήσουσιν αἱ ἀσπίδες, καὶ τῆς τοξείας ἡ δύναμις ὠφελήσει μηδὲν, ὅταν ὁπλίταις ὁμοίως, καὶ τοῖς πεζομάχοις οἱ τῶν ἵππων πέσωσιν ἐμβάται. Στῆθι ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνηθῇς ὠφεληθῆναι. Ἀνάστησον, φησὶ, τοῖς πολιορκοῦσι τοὺς μάγους, τοῖς εὖ εἰδόσι τὰ τακτικὰ τῶν ἐπαοιδῶν τὰς ψυχρολογίας· ἀλλ' οὐ δυνήσῃ, φησί. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Ὤνησαν γάρ σε παντελῶς οὐδὲν τὰ δοκοῦντά πως εἶναι σοφὰ τῶν μάγων βουλεύματα. Εἰ δὲ οἴει τὸν ἐμὸν τῆς ἀληθείας ἐφαμαρτῆσαι λόγον, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἕτερον τοῦτο βωμολόχων μὲν τάγμα τι, μετά γέ φημι τοὺς μάγους καὶ τοὺς ἐπαοιδούς. Προσεποιοῦντο γὰρ τῶν παρ' αὐτοῖς τινες, τάς γε ἀνατολὰς καὶ τὰς δύσεις τῶν ἄστρων εἰδέναι, καὶ τὴν ἑκάστου κίνησιν ἀναμετρεῖν ὅποι ποτέ εἰσι, καὶ πόθεν ἔρχονται, διετείνοντό τε διὰ τῆς εἰς τοῦτο ψευδοῦς ἀκριβείας τὴν τῶν ἐσομένων δέχεσθαι γνῶσιν. Οὐκοῦν εἴπερ εἰσὶν οὐ ψευδοεπεῖς, καὶ εἰς προφητῶν αὐτοῖς ἀποπληροῦσι τάξιν οἱ τὸ στερέωμα λαχόντες ἀστέρες, λεγέτωσαν τὰ συμβησόμενα. Ἀλλ' οὐκ ἂν ἔχοιεν φράσαι, φησὶν, ἔσονται γὰρ ὁμοῦ τοῖς ἄλλοις, φρυγάνων δίκην, πυρὸς ἔργον καὶ τροφὴ, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Εἶτα τρόπον τινὰ προσμειδιῶν τῇ Βαβυλωνίων, ὡς πεπλανημένῃ, ἐπιφέρει καί φησιν, Ἔχεις ἄνθρακας πυρὸς, τοῦτ' ἔστι, θερμοὺς καὶ ζέοντας ἄνδρας τοὺς περὶ ὧν ὁ λόγος, ὅταν ἐπ' αὐτοῖς καθίσεις. Ἡ δὲ κάθισις κατασημαίνειεν ἂν τὴν ἀνάπαυσιν. Οὗτοι ἔσονταί σοι βοήθεια· εἰ γὰρ ἕλοιο, φησὶν, ἐπαναπαύεσθαι ταῖς μάγων ψευδοεπείαις, καὶ ταῖς τῶν ἑτέρων βωμολοχίαις, πολλὴν ἐντεῦθεν εὑρήσεις τὴν ἐπικουρίαν. Εἶτα πάλιν πρὸς αὐτήν· Ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος. Πάλιν τὸ, ἐκοπίασας, ἀντὶ τοῦ, ἠσθένησας, ἐκληπτέον. Ἀποστᾶσα γὰρ Θεοῦ καὶ μεταφοιτήσασα πρὸς ἐξιτηλίαν, διὰ τοῦ προσνεῦσαι δαιμονίων ἀπάταις, καὶ τοῦτο ἐκ νεότητος, ἀσθενὴς γέγονας καὶ εὐάλωτος. Οὐ γὰρ ἐπλούτεις εἰς ἐπικουρίαν τὴν παρά γε μόνου τοῦ σώζειν εἰδότος, ὃς δὴ καὶ ἔστι τῶν δυνάμεων Κύριος. Προσεπάγει δὲ τούτοις, ὅτι Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία· ὅμοιον ὡς εἰ λέγοι· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτροις ἀποστάσεσι Θεῷ προσκρούοντες, ἢ διὰ τοῦ καθικέσθαι πρὸς τὰ σαρκὸς, ἢ καὶ ἕτερόν τι τυχὸν ἀῤῥωστῆσαι τῶν παθῶν. Σὺ δὲ εἰς τοῦτο προὔβης ἀνοσιότητος, ὥστε μηδένα σοι σωτηρίας περιλειφθῆναι τρόπον· ταῖς γὰρ ἀσχέτοις ἐκκλίσεσιν ἕψεται ἡ δίκη. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι, οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ