Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.104
Not analysed yet
μὴν καὶ προφήτης καὶ στοχαστὴς, καὶ πρεσβύτερος, καὶ πεντηκόνταρχος, καὶ θαυμαστὸς σύμβουλος· καὶ μὴν καὶ σοφὸς ἀρχιτέκτων, καὶ συνετὸς ἀκροατής. Εἶτα ὅποι ποτὲ τὸ χρῆμα αὐτοῖς ἐκβήσεται, καὶ εἰς οἷον αὐτοῖς ἐκτελευτήσει βλάβος, καθίστησιν ἐναργὲς προσεπάγων εὐθὺς, ὅτι «Συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον·» τοῦτ' ἔστιν, ἐν ἀταξίᾳ τε ἔσονται, καὶ θορύβου μεστὸν διαζήσονται βίον. Οὐ τὴν σεπτὴν τοῦ πρεσβύτου πολιὰν αἰσχυνομένων νέων· οὐ τὸν προὔχοντα τιμᾷν ἀξιοῦντος ἔτι τοῦ τὴν ἐλάττω λαχόντος τάξιν· ἀλλ' ἐπιτιμῶντος οὐδενὸς, ἤγουν ἀπευθύνοντος εἰς τὸ ἑκάστῳ πρέπον, πάντα φύρδην ἔσται παρ' αὐτοῖς εὐταξίας ἁπάσης καὶ ἐπιστήμης ἐξῃρημένης. Ὅπου γὰρ θεῖος οὐκ ἐφέστηκε νόμος, τῶν πρακτέων ὁ βραβευτὴς, πῶς ἢ πόθεν ἂν γένοιτό τισι τὸ ἐν κόσμῳ δύνασθαι διαβιοῦν; Ὅμοιον γὰρ ὡς εἰ καί τις βούλοιτο ναῦν πηδαλίων τε ὅμου καὶ τοῦ κυβερνῶντος ἐρήμην, εὐθεῖ καὶ ἀδιαστρόφῳ φέρεσθαι δρόμῳ. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Οὐκ ἔσομαί σου ἀρχηγὸς, οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Τῆς Ἰουδαίων ἀθλιότητος καὶ τῆς εἰς ἄκρον ταλαιπωρίας τὸ μέγεθος ὁ προφητικὸς ἡμῖν κατασημαίνει λόγος. Ἐβασίλευον μὲν γὰρ κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐκ φυλῆς Ἰούδα, λαμπροί τε ἦσαν καὶ διαφανεῖς, καὶ πλούτῳ κομῶντες, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις εὖ μάλα κατεστεμμένοι. Καθηγοῦντο δὲ καὶ ἑτέρως, οἱ ἐκ φυλῆς Λευῒ κατὰ τὴν τάξιν τὴν Ἀαρών. Προὔχοντος μὲν τοῦ ἀρχιερέως, λειτουργούντων δὲ πρεσβυτέρων καὶ Λευϊτῶν, σεπτοὶ δὲ ἦσαν καὶ οἱ τοιοίδε, τοῖς ἀνὰ πᾶσαν τῶν Ἰουδαίων τὴν χώραν. Ἐπειδὴ δὲ πεπράχασιν ἃ μὴ θέμις, καὶ τῆς εἰς Χριστὸν δυσσεβείας οὐδεὶς ἦν αὐτοῖς ἀνεπιτήδευτος τρόπος, ἀπώλισθον μὲν τῆς ἀρχαίας ἐκείνης λαμπρότητος καὶ περιφανείας τῆς ἐν πλούτῳ καὶ δόξῃ, καθίκοντο δὲ χυδαιότητός τε καὶ εὐτελείας εἰς τοῦτο τὰ πράγματα αὐτοῖς, ὡς μηδένα παντελῶς τὸν ἡγούμενον ἔχειν ἐφ' ἑαυτοῖς δύνασθαι λαμπρὸν ἐν ὑπεροχῇ τῇ πάλαι, μήτε μὴν πλοῦτον ἔχοντα καὶ δυναστείαν, ἢ γνῶσιν τοῦ νόμου. Καὶ τοῦτο αὐτὸ διδάσκει, λέγων, ὅτι «Ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου πατρὸς αὐτοῦ λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.» Συγκεχυμένων γὰρ τῶν πραγμάτων, καὶ πολὺ παθόντων τὸ ἄτακτον, ὡς συμπίπτειν αὐτοὺς ἀλλήλοις, καὶ μηδεμίαν εἶναι τιμὴν ἢ αἰδῶ, πρεσβύτου ἢ νέοις, ἤγουν ἀτίμοις ἢ ἐνδόξων· ἕκαστος ἐφ' ἑαυτῷ, φησὶ, ζητήσει ἡγούμενον, καὶ τοῦτον ἐκλέξεται τῇ κατὰ γένος ἀγχιστείᾳ μόλις ἐκδυσωπῶν καὶ καλῶν εἰς ἔλεον. Ἐκλέξεται δὲ, φησὶν, οὐχ ὡς ἔχοντα πλοῦτον, ἀλλ' ὡς οὐκ ὄντα γυμνὸν, ἀγαπήσει τε ὑπ' αὐτοῦ τρέφεσθαι καὶ δουλεύειν πτωχῷ. Πλὴν εἰ καὶ ὁ τοιοῦτος οὐχ ἁρπάσει τὴν ἡγεμονίαν, καίτοι μηδὲν αἰτούμενος παρὰ τῶν ὑποκεῖσθαι βεβου-