Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1013
Not analysed yet
δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὰ πρότερον ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε. Διαπεράνας τὸν λόγον τὸν ἐπί γε τοῖς Βαβυλωνίοις, μεθίστησι πάλιν τῆς νουθεσίας τὴν δύναμιν ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, κεκλικότας αὐτοὺς εἰσάπαν ὁρῶν, καὶ ὅλαις ὥσπερ ἡνίαις ἀπενηνεγμένους εἰς ἀπόστασιν. Μετὰ γάρ τοι τὴν Ἐζεχίου τελευτὴν τοὺς τῆς βασιλείας διέπων θρόνους ὁ ἐξ αὐτοῦ γεγονὼς Μανασσῆς, ἀνὴρ γέγονε δυσσεβέστατος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὁλοτρόπως συνηρπασμένος· προὔβη δὲ εἰς τοῦτο κακίας, φαυλότητός τε καὶ ἀνοσίων ἐγχειρημάτων, ὥστε βωμῶν καὶ ἀγαλμάτων τὴν ἁγίαν πλῆσαι πόλιν, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ ναῷ καθιδρῦσαι βδέλυγμα, τοῦτ' ἔστιν, ἐν τάξει Θεοῦ πεποιημένον ἄγαλμα. ᾘτιᾶτο γοῦν ἐν τούτοις τὴν Ἱερουσαλὴμ ὁ Θεὸς τῶν ὅλων, οὕτω λέγων· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἁγίων ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;» Ποτὲ δὲ πάλιν. ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ. Ἵνα τί λαλεῖτε πρὸς μέ; Πάντος ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε πρὸς ἐμὲ, λέγει Κύριος.» Ἱερεμίου γε μὴν προσπίπτοντος καὶ λιτὰς ἀνατείνοντος τὰς ὑπέρ γε τοῦ Ἰσραήλ, ἔφη Θεός·» Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει τε καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαμῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὡς γὰρ ἔφην φθάσας, ὁ Ἐζεχίου παῖς Μανασσῆς λελάτρευκε μὲν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λόγου δὲ παντὸς ἀξιοῦν ἤθελε γόητάς τε καὶ ψευδομάντεις, ἐπῳδοὺς καὶ οἰωνοσκόπους, τέθυκέ τε τοῖς εἰδώλοις καί τινα τῶν αὐτοῦ τέκνων. Οὐκοῦν εἰς τοῦτο φαυλότητος καὶ δυσσεβείας ὠλισθηκότα τὸν Ἰσραὴλ συχναῖς νουθεσίαις εἰς τὸ τῆς ἀληθείας φῶς ἀνακομίζειν ἤθελεν ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοι καὶ μάλα συχνὸν τὸν τῆς παρακλήσεως αὐτοῖς ἐχαρίζετο λόγον, ἵνα τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμὸν, καὶ δαιμονιώδους αὐτὸν ἀχλύος ἀπαλλάττοντες, κἂν γοῦν ὀψέ τε καὶ μόλις ἰδεῖν ἰσχύσωσι, τίς ἐστιν ὁ τῶν ὅλων Γενεσιουργὸς καὶ Δεσπότης. Ταύτῃ τοί φησιν· Ἀκούσατε ταῦτα, ὁ οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες. Οἰκονομικώτατα λίαν τῆς τῶν πατέρων εὐγενείας, τῆς ὡς ἐν ἤθει, φημὶ, καὶ τρόποις ποιεῖται μνήμην πρὸς ἐντροπὴν τῶν ἐκκεκλικότων. Ἦσαν γὰρ, ἦσαν ἐξ αὐτῶν μὲν κατὰ τὴν σάρκα, πλὴν ἀλλό-