Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1016
Not analysed yet
τριοι, καὶ μακρὰν τῆς ἐκείνων ἐπιεικίας, ἑτερότροποί τε καὶ ἑτερογνώμονες, καὶ ψιλὴν ἔχοντες τὴν ἀπ' ἐκείνων κλῆσιν, ἀσύμβατοι δὲ τὴν γνώμην ἐκείνοις ὄντες ὧν αὐχοῦσι τὴν εὐγένειαν. Ὅτι δὲ εἰκαῖον τοῦτο πρὸς ὄνησιν αὐτοῖς, διέδειξεν ἐναργῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἰουδαῖοι μὲν γὰρ ἐπὶ τῇ τῶν πατέρων λαμπρότητι φρονοῦντες μέγα, καύχημά τε ποιούμενοι τὰς ἐκείνων ἀρετὰς, ἀσυνέτως ἔφασκον· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ δὲ πρὸς αὐτούς· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Οὐκοῦν οὐκ ἀπόχρη τοὔνομα πρὸς εὐκλείας δύναμιν τοῖς ἐκ πατέρων οὖσι λαμπρῶν, εἰ μὴ τῆς ἐνούσης αὐτοῖς φαιδρότητος γένοιντο μιμηταί. Ἐντρέπει τοίνυν αὐτοὺς, κεκλῆσθαι μὲν λέγων τῷ ὀνόματι Ἰσραὴλ, ἐξελθεῖν δὲ καὶ ἐξ Ἰούδα, τοῦτ' ἔστι, καὶ ἐκ τῆς Ἰούδα σπορᾶς ἀναφῦναι, μὴ μὴν ἐοικέναι κατά τι γοῦν αὐτοῖς ὅλως. Αἰτιᾶται δὲ πρὸς τούτοις ὡς ὀμνύοντας μὲν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ, καὶ νομικὴν μὲν ἀποπεραίνοντας ἐντολήν· «Τῷ γὰρ ὀνόματι, φησὶν, αὐτοῦ ὀμνύειν δεχόμενος τὰς τῶν ὅρκων χρείας,» οὐκ ἐπ' ἀληθέσι μᾶλλον καὶ δικαίοις πράγμασιν, ἀλλ' ἐπὶ τοῖς ἐκ νόμου κατεψευσμένοις· εἶτα καὶ ἀντεχομένους τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζομένους. Ὑψηλὴν γὰρ ἤθελον ἀνατείνειν τὴν ὀφρὺν ὡς ἁγίαν οἰκοῦντες πόλιν, καὶ ὀνομαζομένην Θεοῦ. Ἤκουον γὰρ ἐν τῷ θείῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερουσαλήμ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Διαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζοντες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ' αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον. Ἀλλ' ἦν ἀναγκαῖον τοὺς ὧδε τότ' ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημένους, μήτε μὴν κατερεθίζειν ἐφ' ἑαυτοῖς τὸν ἐφ' ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομίζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν. Πλὴν ἀκούσατε ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγγειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώστας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγγειλα, καὶ οὐ παρ' ἑτέρου τινὸς τῶν ψευδωνύμων θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ' ἐκ τοῦ στόματός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ' ἔστιν, εἰ καὶ μὴ