Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1017.1
Not analysed yet
προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ' οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν. Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπωρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν. Δεύτερα γὰρ μετ' ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα. Διαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ. Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ τῶν γενητῶν ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ δοκεῖν νεῦρον εἶναι σιδηροῦν, σκληρὸν δὲ δηλονότι καὶ ἀκαμπὲς, μέτωπόν τε χαλκοῦν, τοῦτ' ἔστι, πάλιν ἀπηρυθριακὸς, καὶ ἀνάτρεπτον, καὶ αἰδοῦς ἁπάσης ἐστερημένον, προαπήγγειλεν αὐτῷ τὰ ἐσόμενα, καὶ πρὶν ἐλθεῖν ἐποίησεν ἀκουστά. Ἔδρα δὲ τοῦτο οὐ μάτην, ἀλλ' ἐπείπερ ἀνουθέτητον εἶχον τὴν καρδίαν, τὰς τῶν σκυθρωπῶν ἐποιεῖτο προαγορεύσεις, ἵνα τάχα πως βραχὺ περιθραυσθέντες τοῖς δείμασιν ἀποφοιτήσειεν μὲν τῆς ἐκτόπου καὶ βδελυρωτάτης ζωῆς, μεθαρμόσαιντο δὲ πρός γε τὸ δεῖν τὰ ἀμείνω ζητεῖν, καὶ τὴν ἐπάρατον καὶ βδελυρωτάτην ἀφέντες ψευδολατρίαν, ἣν τοῖς ψευδωνύμοις προσῆγον θεοῖς, προσκυνεῖν ἕλοιντο τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεόν. Οὓς γὰρ οὐ μεθίστησι λόγος ἐκ τῶν ἀτόπων ἐγχειρημάτων, τούτους ἔσθ' ὅτε καὶ οὐχ ἑκόντας ἐξίστησι φόβος Καίτοι τοιοῦτον ἡμῖν ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος Δαβὶδ, ψάλλων τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ χωνευτὰ ἐνετείλαντό μοι. Ἠκούσατε ταῦτα, καὶ ὑμεῖς οὐκ ἔγνωτε, ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι. Καὶ οὐκ εἶπας· Νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτά. Οὔτε ἔγνως, οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοὶ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Ἐν τοῖς Ἱερεμίου τοῦ προφήτου λόγοις εὑρίσκομεν ὅτι τῶν ἐκ Βαβυλῶνος ᾑρηκότων ποτὲ τὴν ἁγίαν πόλιν, καταδῃωσάντων καὶ πᾶσαν τὴν Ἰουδαίαν, ἀποκομισάντων δὲ καὶ τὸν Ἰσραὴλ αἰχμάλωτον, αἱ περι-