Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1020
Not analysed yet
λειφθεῖσαι γυναῖκες ἐβούλοντο μὲν ἅμα τοῖς ἐξ Ἰσραὴλ ἀνασεσωσμένοις κατελθεῖν εἰς Αἴγυπτον, ἀντανισταμένου γε μὴν τοῦ προφήτου, οἴκαδε τὸ μένειν αὐτὸς ἀναπείθοντος, καὶ τὴν αἰτίαν καταλευκαίνοντος, αἳ κατὰ ταῦτα αὐτοῖς ἀντανέκραγον λέγουσαι· «Ἐπειδὴ διελείπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα.» ᾬοντο γὰρ, καίτοι παθόντες τὴν ἅλωσιν, ὅτι τοῖς ψευδωνύμοις θεοῖς προσκρούσαντες, καὶ τῆς ἐπικουρίας ἐστερημένοι πεπτώκασιν ὑπὸ πόδας ἐχθρῶν. Ταύτῃ τοι καὶ ὁ προφήτης Ἱερεμίας ἔφη πρὸς Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Ἐμοῦ τοίνυν, φησὶν, ἀκουστά σοι ποιήσαντος πρὶν ἐλθεῖν τὰ συμβεβηκότα, μὴ πάλιν εἴπῃς, Τὰ εἴδωλά μοι ἐποίησαν. Τί ἐποίησαν; Τὸ ἁλῶναι δηλονότι ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· οὐκ ἐκ τῆς ἐκείνων ὀργῆς ἀπήχθης αἰχμάλωτος, οὐδὲ ἀποστήσαντι τὴν ἐπικουρίαν τὴν παρά γε σφῶν αὐτῶν δυσδιάφυκτόν σοι τὴν δίκην ἐπήγαγον. Γλυπτὰ γάρ εἰσι καὶ χωνευτά. Μήτε μὴν ἐκεῖνο, φησὶν, εἴπῃς κατὰ σαυτὸν, ὅτι Τὰ εἴδωλά μοι ἐνετείλαντο, ἀντὶ τοῦ, ἠπείλησαν, ἤγουν προαπήγγειλαν ὅτι πείσομαι τὰ τοιάδε τῶν κακῶν. Ἠκούσατε ταῦτα παρ' ἐμοῦ, καὶ ὑμεῖς οὐκ ἔγνωτε, τοῦτ' ἔστιν, οὐ συνήκατε, οὔτε μὴν γεγόνατε σοφοί. Τοῦτο γὰρ εἶναί φαμεν τὸ συνιέναι κατὰ ἀλήθειαν. Ἔργον γὰρ ἦν συνετὸν, καὶ φρονήσεως τῆς ἀξιαγάστου καρπὸς τὸ ἀπονεῦσαι τῶν προηγορευμένων, καὶ τῶν σκυθρωπῶν μὴ περιμεῖναι τὸ πέρας, ἀλλ' ἔξω γενέσθαι πάσης ὀργῆς τε καὶ δίκης. Οὐκοῦν ἀκουστά σοι ἐποίησα καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι. Οὔπω γὰρ γενομένων οὔτε μὲν συμβεβηκότων αἱ προαγορεύσεις ἐγένοντο παρὰ Θεοῦ. Μὴ τοίνυν εἴπῃς, ὅτι οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτὰ, προηγόρευσα γὰρ ἐξ ἀρχῆς. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτὰ, διὰ τῶν ψευδομάντεων δηλονότι καὶ ψευδηγόρων. Οὔτε γὰρ ἔγνως αὐτὰ οὔτε ἠπίστω, οὔτε μὴν ἀπὸ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. τοῦτ' ἔστιν, οὐ, πρὶν τοὺς ἐμοὺς λόγους γενέσθαι, πεποίηκά σοι τοῦτο παρ' ἑτέρου γνωστόν· ἐπήγαγον δὲ τῶν προηγορευμένων τὸ πέρας. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἔδει δὲ τοῖς ἀθετοῦσι καὶ ἀνομεῖν ᾑρημένοις, καὶ τοῦτο ἀπὸ γαστρός· ἐδιδάσκοντο γὰρ ἐκ νηπίου τὸ λατρεύειν θεοῖς ἀλλοτρίοις· τὰς αὐτοῖς πρεπούσας ἐπαρτηθῆναι δίκας. Ἔδειξά σοι τὸν θυμόν μου, ἕνεκεν τοῦ ὀνόματός μου, ἐπάξω δὲ καὶ τὰ ἔνδοξά μου ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἦν γὰρ ἀναγκαῖον καταφρονήσαντι μὲν τῷ Ἰσραὴλ, καὶ ἁπάσης φαυλότητος ἐς λῆξιν ἐληλακότι, καὶ οὐδενὸς λόγου παντελῶς τὴν εἰς Θεὸν ἀξιοῦντι τιμὴν δειχθῆναι τὸν θυμὸν, ὑπὲρ δὲ τοῦ πάλιν ἰδεῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὸ μέγεθος, προσενεχθῆναι τοῖς σκυθρωποῖς καὶ τὰ παράδοξα, ἵνα μὴ ἐξολοθρευθῶσι. Σέσωκε γὰρ αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν, καὶ πεσόντας εἰς τὸ τῆς δίκης λίνον πάλιν ἐξείλετο, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπέλυσε βρόχων, ἵνα μὴ εἰσάπαν ἐξολοθρεύσῃ τὸν Ἰσραήλ. Ἰδοὺ δὴ οὖν πέπρα-