Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1021
Not analysed yet
κά σε, φησὶν, οὐχ ἕνεκεν ἀργυρίου, τοῦτ' ἔστιν, οὐ χρημάτων ἕνεκα. Οὐ γὰρ ἐξήτησά τι τῶν τοιούτων παρὰ σοῦ, οὔτε μὴν ἐν χρείᾳ γέγονα τῶν ἐπιγείων τινὸς, ἢ μόσχων, ἢ προβάτων, ἢ τράγων σφαγῆς· ἀλλ' ἐπείπερ ἡμάρτανες, καὶ ῥᾴθυμος ἦσθα περὶ τὴν ὀφειλομένην ἐμοὶ παρὰ σοῦ τιμήν τε καὶ δόξαν. Πλὴν καὶ οὕτως ἐξειλάμην σε, φησὶν, ἐκ καμίνου πτωχείας· δεδούλευκε γὰρ τοῖς Βαβυλωνίοις. Ἕπεται δὲ πάντως τοῖς ἐκ δουλείας κακοῖς καὶ τὸ ἐν ἐνδείᾳ κεῖσθαι παντὸς ἀγαθοῦ. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ὄνομά μου βεβηλοῦται. ᾬοντο γὰρ οἱ ᾑρηκότες ὅτι, καίτοι Θεοῦ σώζειν ἐθέλοντος αὐτοὺς καὶ προεστηκότος, ἔτι νενικήκασι, καὶ οὐχ ἑκόντος αὐτοῦ πλεονεκτήσαντες τὸν ἐπικουρούμενον. Βεβηλοῦται τοίνυν, φησὶ, τὸ ὄνομά μου, τοιαύτας ἐκείνων τὰς δόξας περὶ ἐμοῦ ἐχόντων. Δώσω δὲ ἐγὼ οὐδενὶ τῶν ἄλλων τὴν δόξαν μου. Δόξα δὲ Θεοῦ τὸ σώζειν ἐστὶ, καὶ ἐλεεῖν, καὶ τὸ πάντων δύνασθαι κρατεῖν, καὶ τὸ ἀκονιτὶ δύνασθαι πληροῦν, ἅπερ ἕλοιτο κατορθοῦν. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει πάλιν τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης, καὶ προσέτι φειδοῦς τε καὶ ἀγάπης. Ἠξίωνται γὰρ τῶν ἀνωτάτω γερῶν, οἳ καὶ ἐκ πάντων τῶν ἐθνῶν κέκληνται μόνοι πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν, μερίς τε καὶ κλῆρος γεγόνασιν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς προσεφώνει ποτὲ τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· «Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καί σε ἐξελέξατο ὁ Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν·» καὶ πάλιν, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς δὲ ἔσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησε ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἔδει οὖν, ἔδει τοὺς οὕτω τετιμημένους, τοὺς εὐκλεὲς καὶ ἀπόλεκτον λαχόντας ὄνομα, τοὺς εἰς κλῆρον Θεοῦ τεταγμένους, καὶ τὸ ἐν ἀπολέκτοις εἶναι πλουτήσαντας, μὴ ἀπονεῦσαί τι πρὸς ἃ μὴ θέμις, μηδὲ ταῖς ἐξιτήλοις ἐπαναστάσεσι καταλυπεῖν ἑλέσθαι τὸν εὐεργέτην, τὸν ἁπάσης αὐτοῖς δοτῆρα τιμῆς, καὶ χορηγὸν ὄντα τῶν οὕτως ἐξῃρημένων καὶ τριποθήτων ἀγαθῶν. Ἀλλ' οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἑλόντες οἱ δείλαιοι τοῖς τῆς εἰδωλολατρίας ἐνεπάγησαν τέλμασι, καὶ Θεὸν ἀφέντες τὸν ἀληθινὸν τοῖς τοῦ κόσμου στοιχείοις λελατρεύκασι. Πλὴν καὶ οὕτως κατοικτείρει πάλιν αὐτούς· καλεῖ γὰρ πρὸς εὐπάθειαν τὸ, Ἀκούσατέ μου βοῶν, καὶ ὅπερ ἦν ἄμεινον ἐν ἀρχαῖς ἑλέσθαι πληροῦν ἵνα καὶ ἀκράδαντον ἔχωσι τὴν εὐημερίαν, τοῦτο κἂν γοῦν ὀψὲ διαπεράναι προστέταχεν, ἵνα ἔξω πόδα θεῖεν τῆς δίκης, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς θητείας ἀπολύσαιντο τὰ δεσμά. Ἐπειδὴ δὲ προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τὸν Κτίστην ἀφέντες τοῖς παρ' αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένοις ἀνήπτοντο σέβας, μυσταγωγεῖ πάλιν αὐτούς. Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ὀφείλοντες