Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1024.1
Not analysed yet
εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνασι χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Ὅτι τοίνυν αὐτός ἐστιν «ὁ ὢν,» καὶ ἔστι πρὸ πάντων, καὶ ἀκατάληκτον ἔχει τὸ εἶναι Θεὸς ὢν κατὰ φύσιν, διαδείκνυσι λέγων· Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Τοῦ δὲ πρώτου τίς ἂν νοοῖτο πρότερος; Ὤσπερ γὰρ τῆς ὄντως τε καὶ πρώτης ἀρχῆς οὐκ ἂν προτέρα νοοῖτο παρ' ἐκείνην ἀρχήν· οὕτως οὐκ ἂν νοοῖτο τοῦ πρώτου πρῶτός τις ἕτερος. Οὐκοῦν ἀεὶ καὶ πρὸ πάντων καὶ εἰς ἀπεράντους αἰῶνάς ἐστιν ὁ τῶν ὅλων Θεός. Ὁ γὰρ μὴ ἔχων ἀρχὴν εἰς ποῖόν ποτε καταλήξει τέλος; Καὶ τὰ μὲν τῆς θείας δόξης ἐν τούτοις. Ὁ δέ γε τῶν ψευδωνύμων θεῶν ἐσμὸς, ἤγουν τὰ τοῦ κόσμου στοιχεῖα, οὔτε πρῶτα νοηθεῖεν ἂν, οὔτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν εἰς αἰῶνα δύνανται. Ἄστρα μὲν γὰρ, ἥλιος καὶ σελήνη, καὶ αὐτὸς δὲ πρὸς τούτοις ὁ οὐρανὸς, παρεκομίσθησαν εἰς τὸ εἶναι, καὶ ἀρχὴν λαβόντα καὶ γένεσιν, καὶ εἰς τὸ πέρας τοῦ εἶναι δραμοῦνταί ποτε· καὶ οὐδὲν ἐν αὐτοῖς καταθρήσαι τις ἂν, ὃ μὴ πάντη τε καὶ πάντως τὴν θείας καὶ ἀκηράτου φύσεως ὑποκάθηται δόξαν. Ὅτι δὲ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ὁ ἐπὶ τῷδε λόγος, διέδειξεν εὐθὺς λέγων· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἶτα πῶς τὸ ποιηθὲν, περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ τεκτηναμένῳ, καὶ τῇ τοῦ δημιουργήσαντος αὐτὸ φιλονεικήσει δόξῃ; Ἀποφαίνει δὴ οὖν ἀτοπώτατον, μᾶλλον δὲ καὶ δυσσεβείας ἁπάσης ἔχον γραφὴν, τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν, καὶ τὸν ἀεὶ καὶ πρῶτον ὄντα ἀφέντα, τοῖς ἐν χρόνῳ πεποιημένοις τὸ τῆς ἀληθοῦς Θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμειν, καὶ ταῖς ἑαυτῶν εὐτεχνίαις χαρίζεσθαι τοῦτο. Προσεκύνησαν γὰρ ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, κατὰ τὸ γεγραμμένον. Χεῖρα δὲ καὶ δεξιὰν ἰδίαν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζει τὸν Υἱόν. Οὕτω γὰρ πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς κεκλημένον εὑρήσομεν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Ὁ δὲ μακάριος Δαβίδ· «Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.» Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; Ἐβουλόμην γὰρ, φησὶ, συναγηγερμένοις αὐτοῖς προσθεῖναι πεῦσιν, καὶ δὴ καὶ ἐρεῖσθαι σαφῶς, τίνα προγνώστην, ἤγουν προαγορευτὴν οἴονται γενέσθαι κατὰ ἀλήθειαν, τῶν ἀδοκήτως αὐτοῖς ἐπενηνεγμένων, δῆλον δὲ ὅτι τῆς ἐκ τοῦ πολέμου συμφορᾶς. Τῶν μὲν γὰρ ψευδομάντεων οὐδεὶς προαπαγγείλας ὁρᾶται. Θεοκλητεῖν μὲν γὰρ ἐσκήπτοντο, καὶ εἶναί τινες ἐπίπονοι καὶ δαιμονίων κάτοχοι. Πλὴν οὐδεμία γὰρ ἐν ἀκαθάρτοις πνεύμασιν ἡ πρόγνωσις τῶν ἐσομένων, οὔτε μὴν ἐν ἀψύχοις ὕλαις μεμορφωμέναις εἰς θεούς. Οὐκοῦν τῶν μὲν ἐν δόξῃ θεῶν παντελῶς οὐδεὶς ὁ παραγγείλας ἐστίν. Ἐγὼ δὲ μεμήνυκα διὰ προφητῶν ἁγίων ἕκαστα λεπτῶς· εἶτα ἐξὸν ὑπεκνεῦσαι τοῦ