Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1025
Not analysed yet
κακοῦ, καὶ ἔξω φέρεσθαι παγίδος, ἐνυστάξατε, μαρτυροῦσαν τοῖς ἐμοῖς λόγοις τἀληθὲς τὴν τῶν κακῶν περιμείναντες πεῖραν. Ποία τοίνυν ὑμῖν τῶν γοήτων ἡ χρεία; ποία τῶν ψευδοπροφητῶν ἡ ὄνησις; τί δὲ τῶν οἰωνοσκοπεῖν εἰωθότων εἰδεῖεν ἂν ἐργαστήρια; οἳ τὰ τῶν εἰδώλων τεμένη καταλαμβάνοντες, καὶ τοῖς ἀκαθάρτοις βωμοῖς προσιζήσαντες, ὀβολῶν εὐτελεστάτων πωλοῦσι τὸ ψεῦδος τὸ ἀπὸ καρδίας αὐτῶν ὡς παρὰ Θεοῦ, καὶ τοῖς προσιοῦσιν αὐτοῖς ἀνερευγόμενοι τὸ δοκοῦν ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου, κατὰ τὸ εἰρημένον διὰ φωνῆς Ἰεζεκιήλ. Ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνος, τοῦ ἆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ ἐλάλησα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Οὐκ ἐᾷ πάλιν ἀποκομίζεσθαι πρὸς ὑπονοίας οὐκ ἀληθεῖς. Ἦν μὲν γὰρ καὶ σφόδρα εἰκὸς, ἅτε δὴ καὶ ἀπαιδαγώγητον ἔχοντας νοῦν, καὶ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς ἀπάτης βρόχοις εὐάλωτον, οἴεσθαί τε καὶ λέγειν τὰ ἐκ τοῦ πολέμου συμβῆναι παθεῖν αὐτοὺς ἐξ ὀργῆς τάχα που τῶν ψευδωνύμων θεῶν, παρεωραμένης μὲν τῆς αὐτοῖς πρεπούσης καὶ ὀφειλομένης θεραπείας, προσκεκομισμένων δὲ οὐκέτι τῶν θυσιῶν αὐτῶν, κατοικτεῖραι δὲ πάλιν καὶ τοῖς ἐκεῖνα παθοῦσιν ἐπιμετρῆσαι τὰ ἐξ ὀργῆς, καὶ τὸ ἀπεικὸς οὐδὲν ὁ λόγος ἔχει. Προαπεδείξαμεν γὰρ ὅτι, πεπορθημένης τῆς Ἱερουσαλὴμ, καὶ κατεμπρησθείσης ὁμοῦ τῷ ναῷ τῆς Ἰουδαίας ἁπάσης, αἱ περιλειφθεῖσαι γυναῖκες ἔφασκον συμβῆναι ταῦτα αὐταῖς, ὅτι διαλελοίπασι θύουσαι τῇ βασιλίσσῃ τῶν. Ἵνα τοίνυν εἰδεῖεν τὸν Λυτρωτὴν, μὴ ἑτέροις θεοῖς, αὐτῷ δὲ μᾶλλον τὴν ἐπὶ τῷ σώζεσθαι προσνέμοντες χάριν, ἐναργέστατά φησιν, ὡς τῇ περὶ αὐτοῦ φειδοῖ καὶ ἀγάπῃ κεκινημένος, ὅπερ ἦν αὐτοῖς τριπόθητον καὶ πολύευκτον, τοῦτο καὶ εἰς πέρας ἐλθεῖν παρεσκεύασε, τὸ ἐξαρθῆναι δηλονότι τὸ σπέρμα τῶν Χαλδαίων, ἅτε δὴ καὶ ᾑρηκότων αὐτοὺς, καὶ πάντα τρόπον ἀπανθρωπίας ἐνδειξαμένων, καὶ τοῖς εἰς λῆξιν αὐτοὺς περιβεβληκότων κακοῖς. Ἀγάπῃ τοίνυν τῇ πρὸς σὲ παρωρμήθην εἰς τὸ δεῖν συμπερᾶναι τὸ σοὶ δοκοῦν ἐπὶ τῇ τῶν Βαβυλωνίων, ὥστε καὶ ἐξᾶραι τὸ σπέρμα τῶν Χαλδαίων. Εἶτα περὶ Κύρου φησὶν, ὡς τοῖς αὐτοῦ νεύμασιν ἤχθη τε καὶ κέκληται πρός γε τὸ δεῖν καταδῃῶσαι τὴν γῆν, καὶ κατὰ κράτος ἑλεῖν αὐτήν. Ἐγὼ ἤγαγον, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Λελάληκα δὲ ταῦτα ἀπ' ἀρχῆς, φησὶ, καὶ οὐκ ἐν κρυφῇ, προαπήγγελκα ἐναργῶς διὰ προφητῶν ἁγίων· Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Οὐκοῦν οὐ λαθραῖον οὔτε μὴν ἐν παραβύστῳ τὸν περὶ αὐτοῦ πεποίημαι λόγον, ἀλλ' ἤγαγον αὐτὸν, καὶ ἐκάλεσα, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ· καὶ οὐ λελάληκα μόνον, ἀλλὰ γὰρ καὶ δρῶντι