Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1028.1
Not analysed yet
τὰ σοὶ φίλα, καὶ κατ' εὐχὴν συμπαρήμην ἐγὼ, καταστρέφων μὲν τὴν τῶν Χαλδαίων ἰσχὺν, παναλκῆ δὲ τιθεὶς καὶ δυσάντητον, τὸν καταδῃοῦντα αὐτούς· ὥστε μὴ μᾶλλον τῆς Κύρου χειρὸς εἶναι τὰ δρώμενα, ἀλλὰ τῆς ἐμῆς πανσθενεστάτης δεξιᾶς, δίκας αὐτοῖς ἐπάγοντος τῆς εἰς σὲ παροινίας ἕνεκα, μᾶλλον δὲ τῆς ἀμετρήτου μισανθρωπίας, καὶ ἀκρατοῦς ὠμότητος. Ἔφη γὰρ, ὅτι Ἐγὼ δέδωκα αὐτοὺς εἰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Εἶτα μεταξὺ τῶν τοιῶνδε λόγων αὐτοῦ τοῦ Κύρου τίθησι φωνὰς, ὁμολογοῦντος ὅτι Θεὸς ἦν ὁ καταθήγων αὐτὸν, καὶ δυσμαχώτατον ἀποφαίνων, καὶ τῆς Βαβυλωνίων ἰσχύος κρείττονα. Καὶ νῦν γὰρ, φησὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, τίθησιν ἀντὶ τοῦ, εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ' ἰδοὺ νῦν διωμολόγηκεν ὁ Κῦρος ὅτι Θεὸς ἦν ὁ ἀναστήσας, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανῶν, διὰ δὴ τοῦ κατευμεγεθῆσαι Βαβυλωνίων. Πυθόμενος γὰρ ὁ Κῦρος παρὰ τῶν τὴν Βαβυλῶνα κατοικούντων Ἰουδαίων, ὅτι Θεὸς περὶ αὐτοῦ λελάληκεν ἐν προφήταις ἁγίοις, ὡς ἥξει κατὰ καιροὺς, καὶ κατὰ κράτος αἱρήσει τὴν Χαλδαίων, καὶ αὐτὸς ἀνήσει τὸν Ἰσραήλ· εἶτα, καθά φησι, καὶ τὰς βίβλους αὐτὰς ἐπιδειξάντων αὐτῷ, παρεσκεύασαν εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ κηρύγμασιν ἰδίοις Κύριόν τε καὶ Ὕψιστον ὀνομάσαι τὸν Θεὸν Ἰσραήλ. Γέγραπται δὲ οὕτως ἐν βιβλίῳ πρώτῳ τοῦ Ἔσδρα· «Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου, ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν λέγων· Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος, καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ. Οὗτος ὁ Κύριος ὁ σκηνώσας τὴν Ἱερουσαλήμ.» Οὐκοῦν ὅταν ἐπιστῆτε, φησὶν, ὡς οὐ διὰ τῶν ψευδωνύμων θεῶν, δι' ἐμοῦ δὲ μᾶλλον γνωστὰ γέγονεν ἐν ὑμῖν πρὶν γενέσθαι τὰ συμβεβηκότα, ἀκούσατε Κύρου λέγοντος ὅτι «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾖ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡσεὶ κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἀραρὸς δὴ πάλιν αὐτοῖς ἐργάζεται φρόνημα, καὶ εὖ βεβηκότα νοῦν, εἴς γε τὸ δεῖν εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καὶ τὴν ἰδίαν αὐτοῖς ἐκκαλύπτει δόξαν, ἵνα μὴ ταῖς τῶν πλανώντων φωναῖς ἀποφέρωνταί ποι πρὸς τὸ ἐξίτηλον, ἤγουν πρός γε