Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1029.1
Not analysed yet
τὸ οἴεσθαι καὶ φρονεῖν, τοὺς ψευδωνύμους αὐτοῖς ἐπαμύναι θεοὺς, τοὺς οὐκ ὄντας ὅλως. Διὰ γάρ τοι τοῦτο, καθάπερ ἐγᾦμαι, τὸ Ἐγώ εἰμι ὁ Θεός σου, φησὶ, τοῦ, εἰμὶ, σημαίνοντος τὸ, ὑπάρχω. Τοῦτο καὶ τῷ πανσόφῳ Μωσῇ διηγόρευσε λέγων· «Ἐγώ εἰμι ὁ ὤν.» Ὢν γάρ ἐστι κυρίως τε καὶ ἀληθῶς ὁ τῶν ὅλων Θεός. Τὰ δέ γε παρ' αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένα ὄντα μὲν καὶ αὐτὰ λέγοιντ' ἂν, πλὴν ὅτι γεγόνασι, καὶ ἀρχὴν τοῦ εἶναι διεκληρώσαντο. Οὕτω τοίνυν φησὶ Κύριος ὁ ῥυσάμενός σε, Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου. Ἀλλ', ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς τῶν ἐξ αἵματος Ἰσραὴλ, ἐλυτρώσω καὶ σέσωκας, ἐξείλου πυρὸς καὶ δίκης, ζυγοῦ καὶ δουλείας, βαρβάρου χειρὸς, ὡς παναλκὴς δηλονότι, καὶ ψιλοῖς νεύμασιν ἅπερ ἂν ἕλοιο κατορθῶν. Εἶτα πῶς οἱ ὑπὸ σὴν ὄντες φειδῶ καὶ ἀγάπην εἰς σὲ τὸν ἐπίκουρον αὐχοῦντες ἀεὶ, πρὸς τοῦτο ταλαιπωρίας κατενηνέγμεθα, ὥστε καὶ ὑπὸ πόδας πεσεῖν ἐχθρῶν, καὶ θητεῦσαι παρὰ τὸ εἰκὸς τοὺς ἐλευθέρους ἐξ ἐλευθέρων; Τί οὖν πρὸς ταῦτα Θεός; Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Νόμον σοι τέθεικα, φησὶ, τῶν πρακτέων τὸν ὁριστὴν, τὸν ἀπευθύνειν εἰδότα πρὸς πᾶν ὁτιοῦν τῶν ἡδίστων ἐμοὶ, ποδηγὸν εἰς δικαιοσύνην, διδάσκαλον εὐσεβείας, εἰς εὐθείαν ὁδὸν ἀποφέροντα, δι' ἧς εἰ πράττειν ἤθελες, κατήντησας εἴς γε τὸ εἶναι γνήσιος καὶ λάτρις ἀληθὴς, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα κατεστεμμένος. Ἀλλ' ἔξω τρίβου γέγονας τῆς ἐπ' εὐθὺ, καὶ ἁμαξητὸν ἀφεὶς, ὥσπερ παρετράπης ἐφ' ἃ μὴ θέμις· λελάτρευκας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τέθυκας εἰδώλοις, προσκεκύνηκας τοῖς οὐκ οὖσι θεοῖς, ἐπελάθου τοῦ Κτίσαντος, παρ' οὐδὲν ἡγήσω τὸν δοθέντα νόμον. Εἰ γὰρ ἦσθα γεγονὼς τῶν ἐμῶν ὑπάκοος ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη ὡσεὶ κῦμα θαλάσσης. Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον· Τοὺς χειμάῤῥους φασὶν, ὑετοῦ τοῖς ὄρεσιν ἐνσκήψαντος λάβρου, καταφέρεσθαι δεινῶς τε καὶ ἀφορήτως, ὡς ἀντισχεῖν δύνασθαι παντελῶς οὐδὲν ταῖς ἐκείνων ὁρμαῖς. Εὔδηλον δὲ κἀκεῖνο, οἶμαί που. Αἱ γάρ που τῶν θαλάσσης κυμάτων ἐμβολαὶ δειναὶ καὶ δυσάντητοι, καὶ οὐ πλωτῆρσι μόνοις, ἤγουν ταῖς ὁλκάσιν, ἀλλὰ καὶ αὐταῖς ἔσθ' ὅτε ταῖς πέτραις. Ἀποῤῥήγνυνται γὰρ αὗται, κρουνηδὸν αὐταῖς τῶν ὑδάτων ἐῤῥηγνυμένων. Οὐκοῦν εἰ τῶν ἐμῶν, φησὶ, κατήκοος ἦσθα λόγων, εἰ τὸν νοῦν ἐπήγαγες εὐπειθῆ, ἐγένετο ἂν ἡ εἰρήνη σου ποταμοῦ καὶ ὑδάτων δίκην, ἀκαταμάχητος τοῖς ἐχθροῖς, ἤγουν τοῖς ἐθέλουσιν ὑπαντᾷν. Ἢ τάχα που, καὶ καθ' ἕτερον τρόπον, ἵνα τὸ τῆς εἰρήνης ἄφθονόν τε αὐτοῖς καὶ διηνεκὲς ἀποφήνῃ χρῆμα, ποταμῷ παρεικάζει καὶ κύμασι, ποταμῷ μὲν ἀεὶ καὶ ἀμφιλαφῶς ῥέοντί τε καὶ φερομένῳ, κύμασί τε κυρτουμένοις ἀεὶ, καὶ οἷον διηνεκῶς τῇ χέρσῳ προστρέχουσιν. Ἐγένετο δ' ἂν καὶ τὸ σπέρμα σου ὡσεὶ ἄμμος, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Ὅμοιον ὡς εἰ λέγοι. Οὐδενὸς οὐ ξίφος ἐπανατείνοντος, οὐ τῆς τῶν πολεμίων χειρὸς ὀλοθρευούσης τινὰς, πολύχους ἦσθα