Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1032
Not analysed yet
καὶ ἀναρίθμητος, ὥστε ψάμμῳ καὶ χοῒ παρεικάζεσθαί σου τὰ τέκνα. Ἐπειδὴ δὲ πεπαρῴνηκας εἰς Θεὸν, καὶ προσκέκρουκας οὐ μετρίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐκβεβηκὼς, συνεστάλης εἰς βραχὺ, καὶ τὴν τοῦ γένους εἰς πληθὺν ἐπίδοσιν εὐρυνομένην οὐκ ἔχεις, πλὴν οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Ἔφη δὲ Θεὸς οὐδαμοῦ πεσεῖν ὁλόῤῥιζον αὐτὸν διὰ τὴν τοῖς πατράσιν δοθεῖσαν ἐπαγγελίαν. Εἶτά φησιν, ὅτι Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Νεῦμα τοῦτο βασιλικὸν ἀπαλλάττον τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοὺς τῆς βασιλείας διέποντες θρόνους τοῖς ὑπὸ γῆν οὖσι φυγῆς κατανεύουσιν ἔσθ' ὅτε τὴν ἄφεσιν, φιλανθρώπῳ νεύματι καὶ φωνῇ σημαίνοντες τὸ χρῆμα· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς νεῦμα φιλάνθρωπον τοῖς πεπονηκόσιν ἐχαρίζετο, καὶ τὸ, Ἔξελθε, φησὶν ἐναργῶς, ἵν' εἰδεῖεν τὸν Λυτρωτὴν καὶ ἁπάσης αὐτοῖς εὐθυμίας τὸν χορηγόν. Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς. Λέγετε· Ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ, καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτοὺς, σχισθήσονται πέτραι καὶ ῥυήσονται ὕδατα, καὶ πίεται ὁ λαός μου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀξιοθαύμαστα μὲν πάντα ἐστὶν ὁμολογουμένως ἅπερ δρῴῃ Θεός. Τά γε μὴν τῶν ἄλλων ὑπερκείμενα, καὶ δόξαν λαχόντα τὴν ἀνωτάτω τῶν ἔργων αὐτοῦ, λανθάνοντα μὲν ἀδικεῖ τοὺς τοῦ εἰδέναι τυχὸν ἀπεστερημένους, γνωσθέντα γε μὴν ὀνίνησιν οὐ μικρῶς. Ἔνεστι γὰρ ἐντεῦθεν ἰδεῖν τήν τε ἄφραστον αὐτοῦ δόξαν, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ τὴν ὑπέρτονον χεῖρα, καὶ πανσθενῆ δόξαν. Ἐλυτροῦτο μὲν γὰρ ἐξ Αἰγύπτου τὸν Ἰσραήλ. Ἀλλ' ἵνα ὁρῷτο μεγαλουργὸς, ὥστε καὶ τοῖς ἀνὰ πᾶσαν οὖσι τὴν γῆν ἐμφανῆ γενέσθαι τὴν δόξαν αὐτοῦ, παρελήφθη μέσος ὁ Φαραὼ καθάπερ τι σκεῦος, ἵνα τοῖς διὰ Μωσέως ἀντανιστάμενος λόγοις, καλέσῃ Θεὸν εἴς γε τὸ χρῆναι λοιπὸν τὴν ἰδίαν ἅπασιν ἐμφανίσαι δόξαν, καὶ τῆς ἀμετρήτου δυνάμεως καταδεῖξαι τὸ μέγεθος. Εἴρηται γὰρ πρὸς αὐτόν· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐκδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ συμβέβηκε μὲν ἐκεῖνα τοῖς πάλαι, γεγόνασι δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε. Ἔδει δὴ οὖν, ἔδει τὴν ἐκ Βαβυλῶνος λύτρωσιν τῶν ἐξ Ἰσραὴλ μὴ σιγᾶσθαι μᾶλλον, ἀλλ' οἷον ἀνακηρύττεσθαι τοῖς ἁπανταχοῦ. Ταύτῃ τοι καί φησι· Φωνὴν εὐφροσύνης ἀναγγείλατε. Εὐφροσύνης δὲ φωνὴν εἶναί φαμεν τὴν δοξολογίαν, ἣν ἂν ποιήσαιτό τις ὑμνῶν αὐτὸν ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ λαμπροῖς κατορθώμασιν. Αὕτη κυρίως τε καὶ ἀληθῶς εὐφροσύνη, φωνὴ πρέπουσα δικαίοις, οἷς ἁρμόσαι καὶ τὸ χρῆναι δοξολογεῖν. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησι· «Φωνὴ ἀγαλλιάσεως· καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Βούλεται δὲ τὴν φωνὴν, ἀφή-