Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1033
Not analysed yet
γησιν ἔχειν τῆς λυτρώσεως τῶν ἐξ Ἰσραὴλ, ὁποία τις ἦν ἡ ἐν βίβλῳ Ψαλμῶν. Ἔχει δὲ οὕτως· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ταυτὶ γὰρ εἰ καὶ πραγμάτων πνευματικῶν ἐμπεριέχει τὴν δήλωσιν, ἀλλ' οὖν εἰσι καὶ τῇ ἱστορίᾳ χρήσιμα. Ὑπισχνεῖται δὲ ὅτι, ἐὰν διψήσωσι δι' ἐρήμου βαδίζοντες, ὕδωρ ἐκ πέτρας ἄξει αὐτοῖς. Σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Καί φαμεν ὅτι δείκνυσιν ἐν τούτοις, ὡς οὐχ ἕτερός τις Θεὸς ἦν ὁ τῆς Αἰγυπτίων σκαιότητος ἐλευθερώσας τὸν Ἰσραὴλ, καὶ διαγαγὼν διὰ θαλάσσης μέσης, καὶ τροφὰς ἐν ἐρήμῳ διδοὺς, καὶ ὕδωρ ἐκ πέτρας ἐξενεγκών· ἀλλ' ὁ αὐτὸς ἀεὶ κατὰ αὐτὰ, καὶ ὡσαύτως ἔχων, καὶ τὰ ἴσα τοῖς πάλαι τερατουργεῖν δυνάμενος. Εἰ γὰρ ἔλθοιεν δι' ἐρήμου, φησὶ, εἶτα γένοιντο ποτοῦ, καὶ ὑδάτων ἐν σπάνει, τὸ ἀρχαῖον ἐκεῖνο δειχθήσεται σημεῖον αὐτοῖς· ἐκκομισθήσεται γὰρ ὕδωρ ἐκ πέτρας· καὶ τοῦτο μὲν γεγονὸς, οὐχ εὕροι τις ἂν ἀναβαινόντων εἰς τὴν Ἰουδαίαν ἐκ τῆς Βαβυλῶνος τῶν ἐξ Ἰσραήλ. Εἴρηται δὲ, ὡς ἔφην, οἰκονομικῶς, ἵνα εἰδοῖεν ὅτι Θεὸς ὁ πάλαι, καὶ νῦν ἐστιν, ἴσῃ τε δυνάμει, καὶ ἰσαμίλλοις θαύμασι χρῆσθαι δυνάμενος, καὶ ἀμετάπτωτον ἔχων ἰσχὺν, ἐπιβοᾷ τε ὥσπερ καὶ νόμον ἐκφέρει γενικόν. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀληθὲς καὶ τοῦτο. Κατηφὲς γάρ πως ἀεὶ τῶν δυσσεβῶν τὸ πρόσωπον πληττομένης κατὰ τὸ εἰκὸς τῆς καρδίας, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ἀχθοφοροῦντος τοῦ νοῦ. Προσδοκᾷ γὰρ οὐ στεφάνους, οὐκ ἐπαίνου τιμὴν, πῦρ δὲ μᾶλλον, καὶ δίκην, ἃ τοῖς πλημμελοῦσιν ηὐτρέπισται. Ἢ τάχα που καὶ ἁρμόσειεν ἂν τοῖς Βαβυλωνίοις ἡ φωνή. Ἔχαιρον μὲν γὰρ ὡς τὸν τοῦ Θεοῦ λαὸν ᾑρηκότες, ᾤοντο δ' ὅτι καὶ τῆς αὐτοῦ κατευμεγεθήσαντες δεξιᾶς τῆς Ἰουδαίας κεκρατήκασιν. Ἀλλ' ἐσφάλοντο τἀληθοῦς. Οἱ μὲν γὰρ ὅτι πλημμελοῦντες πεφώρανται φειδοῦς ἔξω γεγόνασι τῆς παρ' αὐτοῦ, οἱ δὲ ὅτι σκληροί τε ἦσαν, καὶ ἀτεράμονες καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας, ἐστέρηνται δὲ, καὶ τοῦ χαίρειν, ἔτι κεκολασμένην ἔχοντες τὴν ὀφρὺν, κεκολασμένον ἤδη τὸ φρόνημα. Οὐ γὰρ ὅτι νενικήκασί ποτε τοὺς ἐξ Ἰσραὴλ μετῆν ἔτι τὸ χαίρειν αὐτοῖς, ἀλλ' ὅτι κακοὶ κακῶς διολώλασιν ὠλοθρευμένης αὐτοῖς τῆς χώρας τὸ δριμὺ τῆς λύπης ἐδέχοντο. ΛΟΓΟΣ Δʹ. Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Διὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυνῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ