Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1036
Not analysed yet
Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι' οὗπερ ἔμελλον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰδέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχομένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσεσιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, καί φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί.» Ὅτε γὰρ βεβασίλευκε τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ' ἔστιν, εὐφροσύνης μεσταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συναναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς. Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, διαδείκνυσι λέγων, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσεκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβαλεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέτρῳ. Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος, ἰσοκλεὴς, καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, συνυπάρχων δὲ, καὶ συναΐδιος. Ὀνόματα δὲ τὰ πρὸ τῆς ἐνανθρωπήσεως οἰκείως πως ἔχοντα τῇ αὐτοῦ φύσει, Θεὸς, καὶ σοφία, καὶ φῶς, ζωὴ, καὶ δύναμις· ἕτερα δὲ πρὸς τούτοις ἃ παρὰ τοῖς ἱεροῖς εὑρίσκεται Γράμμασιν. Ἐπειδὴ δὲ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ὄνομα δέχεται τὸ κοινὸν, τοῦτ' ἔστι, τὸ Χριστός τε καὶ Ἰησοῦς, ἤτοι τὸ, Μεθ' ἡμῶν ὁ Θεός. Τοῦ μεθ' ἡμῶν σημαίνοντος τὸ ἐν τοῖς καθ' ἡμᾶς. Γέγραπται γὰρ, ὅτι «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» ὅτι μακάριος Γαβριὴλ ἐκκαλύπτων τῇ ἁγίᾳ καὶ Θεοτόκῳ παρθένῳ τὸ μυστήριον· «Μὴ φοβοῦ,» φησὶν, «ἡ Μαριάμ. Εὗρες γὰρ χάριν παρὰ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ἆρ' οὖν ἀσυμβάτους ἀλλήλαις εἰρήκασι φω-