Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1037
Not analysed yet
νὰς, ὅ τε μακάριος ἄγγελος, καὶ ὁ προφήτης; Οὐ μὲν οὖν. Ὁ μὲν γὰρ θεσπέσιος προφήτης πνεύματι λαλῶν μυστήρια, μεθ' ἡμῶν γεγονότα Θεὸν προκαταμεμήνυκεν, ἀπό τε τῆς φύσεως, καὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς οὕτως ὀνομάσας αὐτόν. Ὁ δέ γε μακάριος ἄγγελος ἐκ τῆς ἐνεργείας αὐτῷ τοὔνομα θείς· σέσωκε γὰρ τὸν ἴδιον λαόν. Σωτὴρ οὖν ἄρα κέκληται διὰ τοῦτο. Καὶ γοῦν ὅτε τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι' ἡμᾶς αἱ τῶν ἀγγέλων στρατιαὶ τοῖς ποιμέσι τὸν τόκον εὐηγγελίζοντο, λέγουσαι· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.» Οὐκοῦν Ἐμμανουὴλ μὲν, ὅτι Θεὸς ὢν φύσει γέγονε μεθ' ἡμῶν, τοῦτ' ἔστιν, ἄνθρωπος. Ἰησοῦς γε μὴν, ὅτι σώζειν ἔδει τὴν ὑπ' οὐρανὸν, Θεὸν ὄντα αὐτὸν, καὶ γενόμενον ἄνθρωπον. Ὅτε τοίνυν προῆλθεν ἐκ κοιλίας τῆς ἑαυτοῦ μητρὸς, γεγέννηται γὰρ ἐξ αὐτῆς τὸ κατὰ σάρκα, τότε καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ. Ἀνάρμοστον οὖν ἄρα τῷ Θεῷ Λόγῳ πρὸ τῆς γεννήσεως τῆς κατὰ σάρκα φημὶ τὸ Χριστοῦ ὄνομα. Κεχρισμένος γὰρ οὔπω, πῶς ἂν λέγοιτο Χριστός; Ὅτε γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς ἄνθρωπος, τότε σύνδρομον τῇ κατὰ σάρκα γεννήσει δέχεται τὴν κλῆσιν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡσεὶ μάχαιραν ὀξεῖαν. Ἀληθὲς καὶ τοῦτο. Γέγραπται γάρ που περὶ αὐτοῦ, μᾶλλον δέ φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.» Τὸ γάρ τοι θεῖον καὶ οὐράνιον κήρυγμα, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν, τὸ διὰ στόματος λαληθὲν τοῦ Χριστοῦ, μάχαιρα γέγονεν ὀξεῖά τε καὶ τομωτάτη κατὰ τῆς τοῦ διαβόλου τυραννίδος, ἀναιροῦσα τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ἀπεσκέδασε γὰρ τὴν τῆς ἀπάτης ἀχλὺν, καὶ ταῖς ἁπάντων καρδίαις τὴν τῆς ἀληθοῦς θεογνωσίας ἐνῆκεν αὐγήν· μετεσκεύασε γὰρ τὴν ὑπ' οὐρανὸν εἰς εὐσεβῆ πολιτείαν, καὶ εὐαγῶν ἐπιτηδευμάτων πάντας ἀπέφηνεν ἐραστὰς, ἀπεθέρισε τοῦ κόσμου τὴν ἁμαρτίαν, δικαιῶν τῇ πίστει τὸν ἀσεβῆ, καὶ Πνεύματος ἁγίου τοὺς προσιόντας ἀναπιμπλὰς, καὶ υἱοὺς αὐτοὺς ἀποφαίνων Θεοῦ, εὐσθενὲς αὐτοῖς, καὶ μαχιμώτατον ἐντιθεὶς τὸ φρόνημα, καὶ δοὺς αὐτοῖς τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἵνα τοῖς ποτε κεκρατηκόσιν ἀντανιστάμενοι πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχωσι, παρεμποδίζοντος οὐδενός. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος ἀναιρετικὴ γέγονε τοῖς ἐπὶ τῆς γῆς, ἡ διὰ Χριστοῦ παίδευσίς τε καὶ μυσταγωγία, σαφηνιεῖ λέγων ὁ προφήτης Ἡσαΐας· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην ἐπὶ τὸν δράκοντα τὸν ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Προσεπάγει δὲ, ὅτι Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Καί φησι μὲν ἀνθρωποπρεπῶς, πλὴν τοῖς ἀρτίφροσι χαλεπὸν οὐδὲν, καὶ διὰ τούτων ἰδεῖν ἀχώριστον ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν,