Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1040
Not analysed yet
καὶ ὅτι γέγονεν ἄνθρωπος. Ὑπὸ σκέπην γὰρ εἶναί φησι τῆς δεξιᾶς αὐτοῦ, ἵνα τὸ ἄληπτον, καὶ ἀκαταγώνιστον τῆς ἑαυτοῦ φύσεως ὑπεμφαίνῃ σωζόμενον αὐτῷ, καὶ εἰ γέγονεν ἐν τοῖς καθ' ἡμᾶς. Κατισχύσει γὰρ τῆς πανσθενοῦς δεξιᾶς οὐδεὶς, κεχώρισται δὲ, ὡς ἔφην, ὁ Λόγος τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἔτι μὲν γὰρ παναλκὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Ἐπειδὴ γέγονεν ἄνθρωπος, οὐκ ἀτιμάζων ὁ Πατὴρ τοῦ μυστηρίου τὴν δύναμιν, συγκαθίσταται τῇ οἰκονομίᾳ, καί φησι πρὸς αὐτοῦ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προσώπου τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ.» Ἄθρει δὴ οὖν, ἄθρει, καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἀνθρωποπρεπῶς λέγοντα τὸν δι' ἡμᾶς, καθ' ἡμᾶς· Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με, φησὶν, ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Πλεῖστα μὲν γὰρ τὰ τοῦ Θεοῦ βέλη γεγόνασι, κατὰ καιροὺς καθάπερ ἐν φαρέτρᾳ κρυπτόμενα τῇ προγνώσει αὐτοῦ, προκομισθέντα δὲ κατὰ τὸν ἑκάστῳ πρέποντα καιρὸν, ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα, Χριστὸν κρυπτόμενον μὲν, ὡς ἔφην, ὡς ἐν φαρέτρᾳ τῇ προγνώσει τοῦ Πατρός. Προεγνώσθη γὰρ πρὸ καταβολῆς κόσμου, παρενεχθὲν δὲ εἰς μέσον, ὅτε καὶ ἐχρῆν ὅλην ἐπισκέψασθαι τὴν γῆν, πεσοῦσαν εἰς ὄλεθρον, καὶ ἀπώλειαν διὰ τοῦ λατρεύειν τῇ κτίσει, παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας ἐνδεδέσθαι βρόχοις. Τοῦτο τὸ ἐκλεκτὸν βέλος, ἀναιρεῖ μὲν, ὡς ἔφην, τὸν Σατανᾶν αὐτὸν, καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηράς. Ἀναιρεῖ δὲ ὁμοίως τοὺς τῆς ἀληθείας ἐχθροὺς, καὶ τοῖς ἱεροῖς αὐτοῦ κηρύγμασιν ἀνοσίως ἀνθεστηκότας. Τιτρώσκει δὲ καὶ ἑτέρως εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὕτω γάρ φησιν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων πληττομένη νύμφη, ὅτι «Τετρωμένη ἀγάπης ἐγώ εἰμι.» Εἶπε δέ μοι, φησὶν, ὁ Πατὴρ, δῆλον δὲ ὅτι Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ὢ βάθος πλούτου τε καὶ σοφίας, καὶ γνώσεως Θεοῦ. κατὰ τὸ γεγραμμένον. Ἦν μὲν γὰρ, καὶ ἔστιν ἐλεύθερος ὁ Υἱὸς, ὡς ἐκ τῆς βασιλευούσης πάντων οὐσίας ἀναφὺς ἀποῤῥήτως. Ἀλλ' ἤκουσε τοῦ Πατρὸς λέγοντος· Δοῦλός μου εἶ σύ. Οὐκοῦν ὁ ἐλεύθερος κατὰ φύσιν Λόγος πράττεται δοῦλος δι' οἰκονομίας σαρκικῆς, ἤγουν τῆς κατὰ σάρκα νοουμένης, ἵνα πάλιν ἐννοῇς τὴν ἐκ γυναικὸς ἐν χρόνῳ κατὰ σάρκα γέννησιν αὐτοῦ. Ἰσραὴλ δὲ αὐτὸν γενέσθαι ὀνομάζει, διά τοι τὸ ἐξ αἵματος Ἰσραὴλ γενέσθαι κατὰ σάρκα· ἀλλὰ Καὶ ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Ἐδοξάσθη μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ διὰ προφητῶν ἁγίων, πλὴν οὐκ ἐν αὐτοῖς. Ἐν Χριστῷ δὲ ξένως, καὶ ἀσυνήθως. Ἐδοξάζετο γὰρ ἐν αὐτῷ. Δοξαζομένου δὲ Χριστοῦ, ὁ Πατὴρ ἐν αὐτῷ δοξάζεται. Ὁρῶμεν αὐτὸν ἐν αὐτῷ διαπρέποντα, διὰ τῶν θεοπρεπῶν ἀξιωμάτων καὶ τῆς κατὰ πᾶν ὁτιοῦν δυνά-