Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.105
Not analysed yet
λευμένων. Ζητοῦσι γὰρ ἄρτον ἴνα καὶ ὑποτάττοιντο, καὶ τροφῆς εὐτελεστάτης ἀντιπροσάγοιεν αὐτῷ τὴν δουλείαν. Τίς οὖν ἡ παραίτησις; πτωχεία που πάντω. Ἐρεῖ γὰρ, φησὶν, Οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ὁρᾷς τὸ παντὸς πάλαι παρ' αὐτοῖς ἄξιον λόγου, τὸ καθηγεῖσθαί φημι τὸ πολλοῖς. Ἔσθ' ὅτε τεχνήμασι ζητούμενον, καὶ προσγεγονὸς ὀλίγοις, προσκείσεται μὲν τοῖς θέλουσιν. Ἐπειδὴ δὲ ἐν δεινῇ καὶ ἀπράκτῳ πτωχείᾳ τὰ πάντων ἐστὶ, καὶ αὐτῷ γενήσεται φευκτόν. Ἔνεστι τοίνυν ἐξ αὐτῶν ἡμῖν τῶν πραγμάτων ἰδεῖν, ἐξ οἵων εἰς οἷα μετακεχώρηκε τὰ τῶν Ἰουδαίων. Προσκεκρούκασι γὰρ οἱ τάλανες τῷ Χριστῷ, τῷ πάντα ἡμῖν πλουσίως διανέμοντι τὰ ἀγαθὰ, καὶ στεφανοῦντι μὲν δόξῃ τοὺς ἀγαπῶντας αὐτὸν, χαρίσμασι δὲ τοῖς πνευματικοῖς τὰς τῶν γνησίων ψυχὰς καταπλουτίζοντι. Ὅτι ἀνεῖται ἡ Ἱερουσαλὴμ, καὶ Ἰουδαία συμπέπτωκεν, καὶ ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Θεὸν ἀπειθοῦντες. Συμπεπτωκέναι φησὶ τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ οἶκον ἕνα. Παθεῖν δὲ τοῦτο διϊσχυρίζεται διὰ ποίαν αἰτίαν; Τί δὲ καὶ ἀνεῖται; Τοῦτ' ἔστιν, ἠφήθη ἢ καταλέλειπται, φροντίδος ἀμέτοχος γενομένη τῆς παρὰ Χριστοῦ. Ἤκουον γὰρ λέγοντος ἐναργῶς· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Πέπτωκε τοίνυν οὐκ ἔχουσα τὸν ἐγείροντα, καὶ σώζειν εἰδότα καὶ δυνάμενον. Θεμέλιος μὲν γάρ ἐστιν ὁ Χριστὸς, καὶ ἐπ' αὐτῷ πάντες ἐποικοδομούμεθα, λίθοι ζῶντες καὶ πνευματικοὶ, καὶ συναρμολογούμενοι, καὶ συμβιβαζόμενοι νοητῶς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ, ἐν Πνεύματι, καὶ ἐσμὲν ἐπ' αὐτῷ κείμενοι. Καὶ ὑποβάθραν λαχόντες αὐτὸν, ἀκλόνητον ἔχουσι τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ οὐκ ἔχοντες αὐτὸν, σαθροί τε λίαν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπαρακόμιστοι. Πέπτωκε τοιγαροῦν Ἰουδαία, ἀνεῖται δὲ καὶ Ἱερουσαλήμ. Τοῦτό τοι καὶ ἕτερος τῶν ἁγίων προφητῶν προανακεκράγει, λέγων· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔσται ὁ ἀναστήσων αὐτόν.» Συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν αὐτοὺς, ὅτι πρὸς ταῖς ἀπειθείαις, δυσσεβῆ καὶ ἀνομωτάτην ἐσχήκασι γλῶσσαν. Τί γάρ ἐστι τῶν αἰσχρῶν, ὃ μὴ εἰρηκότας αὐτοὺς εὑρήσομεν κατά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Σαμαρίτην καὶ δαιμονιῶντα, καὶ μὴν καὶ φάγον καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον. Οὐκοῦν μετὰ τῆς ἀπειθείας διατετέλεκεν ἡ γλῶσσα αὐτῶν δυσσεβοῦσα εἰς Χριστόν. Φαίη δ' ἄν τις καὶ ἐπ' αὐτοῖς· Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά. Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Τῆς Ἰουδαίων ταπεινώσεως τὸν καιρὸν κατασημαίνει, καί φησιν· Νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν πληροφορῶν, ὅτι κατ' ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ' ὃν