Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1041
Not analysed yet
μεώς τε καὶ ἐνεργείας, ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ ἡμερότητος τῆς εἰσάπαν. Εἰδοποιεῖται γὰρ νοητῶς τὸ Θεῖον οὕτως. Καὶ γοῦν ἔφη Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Ἔφη δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐν προσώπῳ Χριστοῦ δοξάζεσθαι τὸν γεννήσαντα. Οὐκοῦν ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Κάμψει γὰρ τῷ Υἱῷ, καὶ ἐν σαρκὶ πεφηνότι, πᾶν γόνυ, καθὰ γέγραπται, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, καὶ εἰς μάτην, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. Ἐπέφανεν ὁ τῶν ὅλων μὲν Σωτὴρ, ἵνα πᾶσαν ἀπαλλάξῃ τὴν ὑπ' οὐρανὸν, τῆς τοῦ διαβόλου σκαιότητος, καὶ θανάτου, καὶ ἁμαρτίας, καὶ χαρίσμασιν ἱεροῖς λελαμπρυσμένους τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. Κέκληνται δὲ πρὸς τοῦτο καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ· προτετίμηντο δὲ οὕτως τῶν ἐθνῶν ὥστε φάναι τὸν Ἰησοῦν· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Οἱ δὲ τὴν οὕτως εὐκλεᾶ καὶ ἐξαίρετον λαχόντες τιμὴν, ἄπιστοι γεγόνασι, καὶ ἀποστάται θρασεῖς, καὶ ἀτιμαγέλαι δεινοὶ καὶ ἀγέρωχοι. Καί τοι δέον ἀσμενέστατα προσελθεῖν τῇ χάριτι, καὶ κατακερδάναι τὴν πίστιν, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ, τοῦτο μὲν οὐκ ἔδρων, πόθεν; ἀντανίσταντο δὲ, καλοῦντι πρὸς σωτηρίαν δυσφημοῦντες ἀφυλάκτως, ἀκαθέκτως λοιδοροῦντες· καὶ τί γὰρ οὐ τῶν δεινῶν ἀποφθεγγόμενοι ἀνέδην, καὶ τελευταῖον ἐσταύρωσαν. Οὐκοῦν τό γε ἧκον εἰς τὸ τῶν ἀπειθούντων ἀπηνὲς, καὶ τὴν ἐκτόπως αὐτοῖς μελετηθεῖσαν ἀντιλογίαν, κενῶς κεκοπίακεν ὁ Σωτὴρ, καὶ εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκε τὴν ἰσχὺν αὐτοῦ. Οὐ γὰρ ἠνέσχετο, καθάπερ ἔφην ἀρτίως, τῶν ἱερῶν αὐτοῦ κηρυγμάτων ὁ ἀπόπληκτος Ἰσραήλ· οὐ τετίμηκεν αὐτοῦ τὸν κόπον. Κόπος γὰρ ἦν τῷ Λόγῳ τὸ γενέσθαι καθ' ἡμᾶς, καὶ τῆς ἀνθρωπίνης ἀνασχέσθαι μικροπρεπείας. Ἀλλ' ἡ κρίσις μου, φησὶν, ὁ Πατὴρ, οὓς δεδαπάνηκα πόνους ὑπέρ γε τῆς αὐτῶν σωτηρίας. Διὰ τοῦτο, καὶ ἡ κρίσις ἐξενήνεκται παρ' αὐτοῦ. Ποία δὲ ἡ κρίσις ἦν; Ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ἐξώσθησαν τοῦ εἶναι λαὸς Θεοῦ, ἀμέτοχοι γεγόνασι τῆς παρ' αὐτοῦ σωτηρίας, ἄγευστοι μεμενήκασι τῆς τῶν ἁγίων ἐλπίδος, εἰσκέκληνται δὲ ἀντ' ἐκείνων τῶν ἐθνῶν ἡ πληθύς. Καὶ ἀντὶ τῶν παρ' αὐτοῖς ποιμένων, ἕτεροι κεχειροτόνηνται δίκαιοι, καὶ θεοφιλεῖς, καὶ σπουδασμάτων εὐαγῶν ἐπιμεληταὶ, καὶ λαῶν ἡγεῖσθαι δυνάμενοι φωστῆρες ἐν κόσμῳ λόγον ἐπέχοντες ζωῆς, καθά φησιν ὁ πάνσοφος Παῦλος. Βούλει τὴν κρίσιν ἰδεῖν τοῦ Πατρὸς, ἤτοι τὴν ἐπ' ἐκείνοις ψῆφον, ἄκουε τοῦ Σωτῆρος λέγοντος τοῖς τῶν Ἰουδαίων καθηγηταῖς· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.» Εἶτά φησιν· «Πέπομφε δούλους ἀποληψομένους τοὺς καρποὺς, καὶ πάντες κεκινδυνεύκασιν. Ἐπειδὴ δὲ ὕστε-