Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1044
Not analysed yet
ρον ἀπέστειλε τὸν υἱὸν, καὶ αὐτὸν ἑωρακότες, φησιν, εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος ἐν ἑαυτοῖς, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ. Καὶ δὴ καὶ ἀπεκτόνασι.» Ταύτης ῥηθείσης αὐτοῖς τῆς παραβολῆς, εἴρηται πάλιν ὁ Κύριος λέγων· «Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Οἱ δὲ πρὸς αὐτόν· Κακῶς κακοὺς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἑτέροις, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ πρός γε ταῦτά φησιν ὁ Χριστός· Διὰ τοῦτο λέγω ὑμῖν, ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Τέθεινται γὰρ ἕτεροι τῶν ἀμπελώνων μελεδωνοὶ, καὶ σοφοὶ γηπόνοι, τοῦτ' ἔστιν, οἱ θεσπέσιοι μαθηταί. Ἐπὶ τούτων ὑετοὺς ἡμῖν αἱ νεφέλαι καθῆκαν, καίτοι τὸν Ἰουδαϊκὸν ἀμπελῶνα μηκέτι κατάρδειν κεκελευσμέναι. Ἐπὶ τούτων οὐκ ἀκάνθας μᾶλλον, ἀλλὰ σταφυλὴν τετρύγηκεν ὁ Χριστός. Δεδιδάγμεθα γὰρ λέγειν, ὅτι «Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.» Φαίη δ' ἄν τις, καὶ ἑτέρως, ὅτι γέγονεν ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ὁ πόνος τοῦ Υἱοῦ, καὶ κρίσις ἐκβέβηκεν ὀρθή. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὴν δύναμιν, ἐννοήσας τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἡμῖν ὁ πάνσοφος Παῦλος διατρανοῖ λέγων· «Ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δὲ κενῶσαι, καὶ ὑπήκοον γενέσθαι τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπερυψοῦσθαί τε καὶ τὸ ὄνομα αὐτῷ χαρισθῆναι τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ,» Ἦν μὲν γὰρ, καὶ ἔστι Θεὸς Λόγος. Ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, καὶ γέγονε τοῦτο κατὰ ἀλήθειαν, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναβέβηκε μετὰ σαρκός. Ἐγνώσθη γὰρ ὅτι Θεός ἐστι, καὶ πεπόνηκεν οὐκ εἰκῆ. Γέγονε γὰρ εἰς δόξαν αὐτῷ τῆς οἰκονομίας ὁ τρόπος, οὐκ εἰς εὔηθές τι, καὶ ξένον ἀνατιθεὶς αὐτὸν, ἀλλὰ Σωτῆρα, καὶ Λυτρωτὴν ἀποφήνας τῆς ὑπ' οὐρανὸν, ὃ δὴ καὶ γνωσθὲν προσπεσεῖν αὐτῷ παρεσκεύασεν οὐρανόν τε καὶ γῆν, καὶ τὰ ἔτι κατώτερα. Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραήλ· Πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι, Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Οὐδὲν ἧττον ἐν τούτοις εἶναί φαμεν αὐτὸν τὸν Κύριον Ἰησοῦν τὸν Χριστὸν τὸν οὕτως ἀνθρωποπρεπέσι κεχρημένον φωναῖς, εἰ καὶ ὅτι μάλιστα τὸ μέγα τῆς εὐσεβείας διατρανοῖ μυστήριον, καὶ τὸν τῆς κενώσεως τρόπον καθίστησιν ἐναργῆ. Ἄθρει γὰρ ὅπως τὸν φύσει καὶ ἀληθῶς ἑαυτοῦ πλάσαι φησὶν αὐτὸν εἰς δοῦλον ἑαυτῷ, πλὴν ἐκ κοιλίας. Οὐ γάρ